14
The Plot to Kill Jesus
1 Ἦν δὲ τὸ Πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας· καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν. 2 Ἔλεγον [a]δέ, Μὴ ἐν τῇ ἑορτῇ, μήποτε [b]θόρυβος ἔσται τοῦ λαοῦ.
Jesus Anointed at Bethany
3 Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν ‡τη KX(108) ¦ — KX(56)τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· [d]καὶ συντρίψασα *το KX(108) ¦ τον KX(57) ¦ την CTτὸ ἀλάβαστρον κατέχεεν αὐτοῦ [f]κατὰ τῆς κεφαλῆς. 4 Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτοὺς [g]καὶ λέγοντες, Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; 5 Ἠδύνατο γὰρ [h]τοῦτο πραθῆναι ἐπάνω *τριακοσιων δηναριων ECM† ¦ δηναριων τριακοσιων CTτριακοσίων δηναρίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ. 6 Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; Καλὸν ἔργον [j]εἰργάσατο [k]ἐν ἐμοί. 7 Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε [l]αὐτοὺς [m]εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 8 Ὃ [n]ἔσχεν [o]αὕτη ἐποίησε· προέλαβε μυρίσαι [p]μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν. 9 Ἀμὴν *δε KX(98) ¦ — KX(64) ANT PCK RP TRδὲ λέγω ὑμῖν, ὅπου [r]ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον ‡τουτο ECM† ¦ — CTτοῦτο εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.
Judas Agrees to Betray Jesus
10 Καὶ §ο 𝔐25 ¦ — 𝔐20 ANT CT PCKὁ Ἰούδας [u]ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς ἵνα [v]παραδῷ αὐτὸν αὐτοῖς. 11 Οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ‡αργυριον 𝔐32 ¦ αργυρια 𝔐12 ANT PCKἀργύριον δοῦναι, καὶ ἐζήτει πῶς [x]εὐκαίρως αὐτὸν παραδῷ.
The Passover with the Disciples
12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ Πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ποῦ θέλεις ἀπελθόντες *ετοιμασομεν KX(93) ¦ ετοιμασωμεν KX(73) ANT CT RP TRἑτοιμάσομεν ἵνα φάγῃς τὸ Πάσχα; 13 Καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, 14 καὶ ὅπου ἐὰν εἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει, Ποῦ ἐστι τὸ [z]κατάλυμα ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 15 Καὶ αὐτὸς ὑμῖν δείξει ‡ανωγαιον 𝔐18 ¦ ανωγεον 𝔐10 HF RP TR ¦ ανωγεων 𝔐6 PCK ¦ αναγαιον CTἀνώγαιον μέγα ἐστρωμένον §ετοιμον 𝔐16 ¦ — 𝔐9ἕτοιμον· *εκει ECM† ¦ και εκει CTἐκεῖ ἑτοιμάσατε ἡμῖν. 16 Καὶ ἐξῆλθον οἱ μαθηταὶ [dd]αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς καὶ ἡτοίμασαν τὸ Πάσχα.
17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα. 18 Καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων [ee]εἶπεν ὁ Ἰησοῦς, Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾽ ἐμοῦ. 19 [ff]Οἱ δὲ ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς [gg]καθ᾽ εἷς, Μήτι ἐγώ; [hh]Καὶ ἄλλος, Μήτι ἐγώ; 20 Ὁ δὲ [ii]ἀποκριθεὶς εἶπεν αὐτοῖς, Εἷς [jj]ἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾽ ἐμοῦ εἰς τὸ [kk]τρυβλίον. 21 [ll]Ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ‡ην ECM† ¦ — CTἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
The Institution of the Lord's Supper
22 Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν §ο ιησους ECM† ¦ — CTὁ Ἰησοῦς ἄρτον, [oo]εὐλογήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπε, Λάβετε, [pp]φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου. 23 Καὶ λαβὼν [qq]τὸ ποτήριον, εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. 24 Καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστι τὸ αἷμά μου [rr]τὸ τῆς καινῆς διαθήκης τὸ [ss]περὶ πολλῶν ἐκχυνόμενον. 25 †αμην KX(98) ¦ αμην δε KX(66)Ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ [uu]γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. 26 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.
Jesus Predicts Peter's Denial
27 Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες σκανδαλισθήσεσθε §εν εμοι εν τη νυκτι ταυτη KX(101) ¦ — KX(65) CTἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, ὅτι γέγραπται, Πατάξω τὸν ποιμένα, καὶ [ww]διασκορπισθήσεται τὰ πρόβατα. 28 [xx]Ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 29 Ὁ δὲ Πέτρος ἔφη αὐτῷ, [yy]Καὶ εἰ πάντες σκανδαλισθήσονται, ἀλλ᾽ οὐκ ἐγώ. 30 Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι ὅτι [zz]σὺ σήμερον []ἐν τῇ νυκτὶ ταύτῃ, πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρὶς []ἀπαρνήσῃ με. 31 Ὁ []δὲ []ἐκπερισσοῦ ἔλεγε μᾶλλον, Ἐάν []με δέῃ συναποθανεῖν σοι, οὐ μή σε †απαρνησωμαι 𝔐22 ¦ απαρνησομαι 𝔐23 ANT CT TRἀπαρνήσωμαι. Ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.
Jesus Prays in the Garden of Gethsemane
32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα ‡γεθσημανη 𝔐17 ¦ γεθσημανι 𝔐7 NA SBL ¦ γεθσημανει TH WHΓεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ, Καθίσατε ὧδε ἕως §προσευξωμαι 𝔐20 ¦ προσευξομαι 𝔐25 PCKπροσεύξωμαι. 33 Καὶ παραλαμβάνει τὸν Πέτρον καὶ []Ἰάκωβον καὶ []Ἰωάννην []μεθ᾽ ἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν. 34 Καὶ §λεγει 𝔐26 ¦ λεγειν 𝔐19 ANTλέγει αὐτοῖς, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. 35 Καὶ *προσελθων 𝔐27 ¦ προελθων 𝔐17 ANT CT PCK TRπροσελθὼν μικρὸν []ἔπεσεν ἐπὶ τῆς γῆς καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστι, παρέλθῃ ἀπ᾽ αὐτοῦ ἡ ὥρα. 36 Καὶ ἔλεγεν, Ἀββᾶ, ὁ πατήρ, πάντα δυνατά σοι. []Παρένεγκε τὸ ποτήριον []ἀπ᾽ ἐμοῦ τοῦτο· ἀλλ᾽ οὐ τί ἐγὼ θέλω, []ἀλλὰ τί σύ. 37 Καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Σίμων, καθεύδεις; Οὐκ []ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; 38 Γρηγορεῖτε καὶ προσεύχεσθε ἵνα μὴ ‡εισελθητε ECM† ¦ ελθητε CTεἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. 39 Καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών. 40 Καὶ []ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ []οἱ ὀφθαλμοὶ αὐτῶν []βεβαρημένοι, καὶ οὐκ ᾔδεισαν τί []αὐτῷ ἀποκριθῶσι. 41 Καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς, Καθεύδετε §λοιπον 𝔐23 ¦ το λοιπον 𝔐22 CT TRλοιπὸν καὶ ἀναπαύεσθε. Ἀπέχει· ἦλθεν ἡ ὥρα. Ἰδού, παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. 42 Ἐγείρεσθε, ἄγωμεν· ἰδού, ὁ παραδιδούς με ἤγγικε.
Jesus Arrested
43 Καὶ []εὐθέως, ἔτι αὐτοῦ λαλοῦντος, []παραγίνεται ‡ιουδας 𝔐18 ¦ ιουδας ο ισκαριωτης 𝔐7 ANT ¦ ο ιουδας WHἸούδας, εἷς []ὢν τῶν δώδεκα, καὶ μετ᾽ αὐτοῦ ὄχλος []πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων []παρὰ τῶν ἀρχιερέων καὶ ‡των 𝔐18 ¦ — 𝔐7 ANTτῶν γραμματέων καὶ τῶν πρεσβυτέρων. 44 Δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων, Ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτὸν καὶ []ἀπαγάγετε ἀσφαλῶς. 45 Καὶ ἐλθών, []εὐθέως προσελθὼν αὐτῷ λέγει †αυτω 𝔐16 ¦ — 𝔐9 ANT CT TRαὐτῷ, []Ῥαββί, ῥαββί· καὶ κατεφίλησεν αὐτόν. 46 Οἱ δὲ []ἐπέβαλον *επ αυτον τας χειρας αυτων ¦ τας χειρας αυτω CT ¦ τας χειρας αυτων ECM†ἐπ᾽ αὐτὸν τὰς χεῖρας αὐτῶν καὶ ἐκράτησαν αὐτόν. 47 Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ []ὠτίον. 48 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ὡς ἐπὶ λῃστὴν []ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; 49 Καθ᾽ ἡμέραν []ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ᾽ ἵνα πληρωθῶσιν αἱ γραφαί. 50 Καὶ ἀφέντες αὐτὸν []πάντες ἔφυγον.
A Young Man Flees
51 Καὶ †εις τις νεανισκος ECM† 98.7% ¦ νεανισκος τις CT 0.5%εἷς τις νεανίσκος []ἠκολούθησεν αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ. Καὶ κρατοῦσιν αὐτὸν []οἱ νεανίσκοι, 52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν []ἀπ᾽ αὐτῶν.
Jesus Faces the Sanhedrin
53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ συνέρχονται []αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. 54 Καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν []συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς. 55 Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ []εὕρισκον. 56 Πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. 57 Καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ λέγοντες 58 ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω. 59 Καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. 60 Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς []μέσον []ἐπηρώτησε τὸν Ἰησοῦν λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; Τί οὗτοί σου καταμαρτυροῦσιν; 61 Ὁ δὲ ἐσιώπα καὶ []οὐδὲν ἀπεκρίνατο. Πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ, Σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ εὐλογητοῦ; 62 Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἐγώ εἰμι. Καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου []ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον []μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 63 Ὁ δὲ ἀρχιερεὺς []διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει, Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; 64 []Ἠκούσατε τῆς βλασφημίας. Τί ὑμῖν φαίνεται; Οἱ δὲ πάντες κατέκριναν αὐτὸν []εἶναι ἔνοχον θανάτου. 65 Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν []τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ, []Προφήτευσον. Καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ‡εβαλλον 𝔐651 55.1% ¦ εβαλον 𝔐543 ANT 37% ¦ ελαβον CT 5.7%ἔβαλλον.
Peter Denies Jesus
66 Καὶ ὄντος τοῦ Πέτρου []ἐν τῇ αὐλῇ κάτω, ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως. 67 Καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει, Καὶ σὺ μετὰ τοῦ []Ναζαρηνοῦ Ἰησοῦ ἦσθα. 68 Ὁ δὲ ἠρνήσατο λέγων, []Οὐκ οἶδα ‡ουτε 𝔐28 ¦ ουδε 𝔐16 ANT RP TRοὔτε ἐπίσταμαι []τί σὺ λέγεις. Καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, *και αλεκτωρ εφωνησε 97.2% ¦ — ECM† WH 0.5%καὶ ἀλέκτωρ ἐφώνησε. 69 Καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν []πάλιν ἤρξατο λέγειν τοῖς []παρεστηκόσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν. 70 Ὁ δὲ πάλιν ἠρνεῖτο. Καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ, Ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ, []καὶ ἡ λαλιά σου ὁμοιάζει. 71 Ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ []ὀμνύναι ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. 72 †και ECM† 96.6% ¦ και ευθυς CT 0.8%Καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε. Καὶ ἀνεμνήσθη ὁ Πέτρος []τὸ ῥῆμα ὃ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα []φωνῆσαι δίς, []ἀπαρνήσῃ με τρίς. Καὶ ἐπιβαλὼν ἔκλαιε.
<- ΤΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕΛΙΟΝ 13ΤΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕΛΙΟΝ 15 ->
- a δε ¦ γαρ CT
- b θορυβος εσται ¦ εσται θορυβος CT
- c τη KX(108) ¦ — KX(56)
- d και ¦ — CT
- e το KX(108) ¦ τον KX(57) ¦ την CT
- f κατα ¦ — CT
- g και λεγοντες ¦ λεγοντες ANT ¦ — CT
- h τουτο ¦ τουτο το μυρον ANT CT
- i τριακοσιων δηναριων ECM† ¦ δηναριων τριακοσιων CT
- j ειργασατο ¦ ηργασατο CT
- k εν εμοι ¦ εις εμε TR
- l αυτους ¦ αυτοις CT
- m ευ ¦ παντοτε ευ WH
- n εσχεν ¦ ειχεν TR
- o αυτη ¦ — CT
- p μου το σωμα ¦ το σωμα μου CT
- q δε KX(98) ¦ — KX(64) ANT PCK RP TR
- r εαν ¦ αν TR
- s τουτο ECM† ¦ — CT
- t ο 𝔐25 ¦ — 𝔐20 ANT CT PCK
- u ο ισκαριωτης ¦ ισκαριωθ ο CT
- v παραδω αυτον ¦ αυτον παραδοι CT
- w αργυριον 𝔐32 ¦ αργυρια 𝔐12 ANT PCK
- x ευκαιρως αυτον παραδω ¦ αυτον ευκαιρως παραδοι CT
- y ετοιμασομεν KX(93) ¦ ετοιμασωμεν KX(73) ANT CT RP TR
- z καταλυμα ¦ καταλυμα μου ANT CT
- aa ανωγαιον 𝔐18 ¦ ανωγεον 𝔐10 HF RP TR ¦ ανωγεων 𝔐6 PCK ¦ αναγαιον CT
- bb ετοιμον 𝔐16 ¦ — 𝔐9
- cc εκει ECM† ¦ και εκει CT
- dd αυτου ¦ — CT
- ee ειπεν ο ιησους ¦ ο ιησους ειπεν CT
- ff οι δε ¦ — CT
- gg καθ ¦ κατα CT
- hh και αλλος μητι εγω 87.5% ¦ — CT 8.2%
- ii αποκριθεις ¦ — CT
- jj εκ ¦ — CT
- kk τρυβλιον 96% ¦ εν τρυβλιον WH 0.2%
- ll ο ¦ οτι ο CT
- mm ην ECM† ¦ — CT
- nn ο ιησους ECM† ¦ — CT
- oo ευλογησας ¦ και ευλογησας PCK
- pp φαγετε ¦ — CT
- qq το ¦ — CT
- rr το της καινης 85.2% ¦ της καινης MSS 13.7% ¦ της CT 0.5%
- ss περι πολλων εκχυνομενον ¦ εκχυννομενον υπερ πολλων CT
- tt αμην KX(98) ¦ αμην δε KX(66)
- uu γενηματος ¦ γεννηματος TR
- vv εν εμοι εν τη νυκτι ταυτη KX(101) ¦ — KX(65) CT
- ww διασκορπισθησεται τα προβατα ¦ διασκορπισθησονται τα προβατα ANT ¦ τα προβατα διασκορπισθησονται CT
- xx αλλα μετα ¦ μετα δε PCK
- yy και ει ¦ ει και CT
- zz συ ¦ — TR
- εν τη νυκτι ταυτη ¦ ταυτη τη νυκτι CT
- απαρνηση με ¦ με απαρνηση CT
- δε ¦ δε πετρος ANT
- εκ περισσου ελεγε μαλλον ¦ εκπερισσως ελαλει CT
- με δεη ¦ δεη με SBL TH WH
- απαρνησωμαι 𝔐22 ¦ απαρνησομαι 𝔐23 ANT CT TR
- γεθσημανη 𝔐17 ¦ γεθσημανι 𝔐7 NA SBL ¦ γεθσημανει TH WH
- προσευξωμαι 𝔐20 ¦ προσευξομαι 𝔐25 PCK
- ιακωβον ¦ τον ιακωβον NA TH TR WH
- ιωαννην ¦ τον ιωαννην NA TH ¦ τον ιωανην WH
- μεθ᾽ ἑαυτοῦ ¦ μετ᾽ αὐτοῦ CT
- λεγει 𝔐26 ¦ λεγειν 𝔐19 ANT
- προσελθων 𝔐27 ¦ προελθων 𝔐17 ANT CT PCK TR
- επεσεν ¦ επεσεν επι προσωπον ANT ¦ επιπτεν CT
- παρενεγκε ¦ παρενεγκαι PCK
- απ εμου τουτο ¦ τουτο απ εμου CT
- αλλα ¦ αλλ ει ANT
- ισχυσας ¦ ισχυσατε ANT
- εισελθητε ECM† ¦ ελθητε CT
- υποστρεψας ευρεν αυτους παλιν 94.5% ¦ παλιν ελθων ευρεν αυτους CT 0.5%
- οι οφθαλμοι αυτων ¦ αυτων οι οφθαλμοι CT
- βεβαρημενοι ¦ καταβαρυνομενοι ANT CT PCK
- αυτω αποκριθωσι ¦ αποκριθωσιν αυτω ANT CT
- λοιπον 𝔐23 ¦ το λοιπον 𝔐22 CT TR
- ευθεως ¦ ευθυς CT
- παραγινεται ¦ παραγεινεται TH
- ιουδας 𝔐18 ¦ ιουδας ο ισκαριωτης 𝔐7 ANT ¦ ο ιουδας WH
- ων ¦ — ANT CT
- πολυς ¦ — CT
- παρα ¦ απεσταλμενοι παρα ANT
- των 𝔐18 ¦ — 𝔐7 ANT
- απαγαγετε ¦ απαγετε SBL TH WH
- ευθεως ¦ ευθυς CT
- αυτω 𝔐16 ¦ — 𝔐9 ANT CT TR
- ραββι ραββι ¦ χαιρε ραββι ANT ¦ ραββι NA SBL ¦ ραββει TH WH
- επεβαλον ¦ επεβαλαν SBL WH
- επ αυτον τας χειρας αυτων ¦ τας χειρας αυτω CT ¦ τας χειρας αυτων ECM†
- ωτιον ¦ ωταριον CT
- εξηλθετε ¦ εξηλθατε CT
- ημην προς υμας ¦ προς υμας ημην ANT
- παντες εφυγον ¦ εφυγον παντες ANT CT
- εις τις νεανισκος ECM† 98.7% ¦ νεανισκος τις CT 0.5%
- ηκολουθησεν ¦ ηκολουθει TR ¦ συνηκολουθει CT
- οι νεανισκοι ¦ — CT
- απ αυτων 96.7% ¦ — CT 0.3%
- αυτω ¦ — NA SBL WH
- συγκαθημενος ¦ συνκαθημενος TH WH
- ευρισκον ¦ ηυρισκον CT
- μεσον ¦ το μεσον ANT TR
- επηρωτησε ¦ επηρωτα ANT
- ουδεν απεκρινατο ¦ ουκ απεκρινατο ουδεν CT
- εκ δεξιων καθημενον ¦ καθημενον εκ δεξιων TR
- μετα ¦ επι ANT
- διαρρηξας ¦ διαρηξας WH
- ηκουσατε ¦ ηκουσατε παντως ANT
- ειναι ενοχον ¦ ενοχον ειναι CT
- το προσωπον αυτου ¦ αυτου το προσωπον CT
- προφητευσον ¦ προφητευσον ημιν τις εστιν ο παισας σε ANT
- εβαλλον 𝔐651 55.1% ¦ εβαλον 𝔐543 ANT 37% ¦ ελαβον CT 5.7%
- εν τη αυλη κατω ¦ κατω εν τη αυλη ANT CT
- ναζαρηνου ιησου ησθα ¦ ιησου του ναζαρηνου ησθα ANT ¦ ναζαρηνου ησθα του ιησου CT
- ουκ ¦ ουτε CT
- ουτε 𝔐28 ¦ ουδε 𝔐16 ANT RP TR
- τι συ ¦ συ τι CT
- και αλεκτωρ εφωνησε 97.2% ¦ — ECM† WH 0.5%
- παλιν ηρξατο ¦ ηρξατο παλιν CT
- παρεστηκοσιν ¦ παρεστωσιν CT
- και η λαλια σου ομοιαζει ¦ — NA TH WH
- ομνυναι ¦ ομνυειν TR
- και ECM† 96.6% ¦ και ευθυς CT 0.8%
- το ρημα ο ¦ του ρηματος ου TR ¦ το ρημα ως CT
- φωνησαι δις ¦ δις φωνησαι WH
- απαρνηση με τρις ¦ τρις με απαρνηση CT
Languages