Link to home pageLanguagesLink to all Bible versions on this site
13
Jesus Predicts the Destruction of the Temple
1 Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ, λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ, Διδάσκαλε, ἴδε, ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. 2 Καὶ [a]ὁ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτῷ, Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; Οὐ μὴ [b]ἀφεθῇ λίθος ἐπὶ [c]λίθῳ ὃς οὐ μὴ καταλυθῇ.
Signs of the End of the Age
3 Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, [d]ἐπηρώτων αὐτὸν κατ᾽ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ [e]Ἰωάννης καὶ Ἀνδρέας, 4 [f]Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ παντα ταυτα συντελεισθαι 𝔐14 ¦ ταυτα παντα συντελεισθαι 𝔐9 ¦ ταυτα συντελεισθαι παντα CTπάντα ταῦτα συντελεῖσθαι; 5 Ὁ δὲ Ἰησοῦς [h]ἀποκριθεὶς αὐτοῖς ἤρξατο λέγειν, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. 6 Πολλοὶ [i]γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν. 7 Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ [j]γὰρ γενέσθαι, ἀλλ᾽ οὔπω τὸ τέλος. 8 Ἐγερθήσεται γὰρ ἔθνος [k]ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, [l]καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, [m]καὶ ἔσονται λιμοὶ [n]καὶ ταραχαί· αρχαι 𝔐18 ¦ αρχη 𝔐7 CTἀρχαὶ ὠδίνων ταῦτα.

9 Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσι [p]γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ [q]εἰς συναγωγὰς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων [r]σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς. 10 Καὶ εἰς πάντα τὰ ἔθνη δει πρωτον ECM ¦ πρωτον δει CTδεῖ πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον. 11 [t]Ὅταν δὲ *αγαγωσιν 𝔐18 ¦ αγωσιν 𝔐7 CT PCKἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλησητε 𝔐24 ¦ λαλησετε 𝔐21 PCKλαλήσητε [w]μηδὲ μελετᾶτε, ἀλλ᾽ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γάρ [x]ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον. 12 [y]Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. 13 Καὶ ἔσεσθε [z]μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

The Great Tribulation
14 Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, [aa]τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου, [bb]ἑστὼς ὅπου οὐ δεῖ—ὁ ἀναγινώσκων νοείτω—τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη· 15 [cc]δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω [dd]εἰς τὴν οἰκίαν μηδὲ [ee]εἰσελθέτω [ff]ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ· 16 καὶ ὁ εἰς τὸν ἀγρὸν [gg]ὢν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. 17 Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 18 Προσεύχεσθε δὲ ἵνα μὴ γένηται [hh]ἡ φυγὴ ὑμῶν χειμῶνος. 19 Ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονε τοιαύτη ἀπ᾽ ἀρχῆς κτίσεως [ii]ἧς ἔκτισεν ὁ Θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται. 20 Καὶ εἰ μὴ [jj]Κύριος ἐκολόβωσε τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσε τὰς ἡμέρας. 21 *και 𝔐42 ¦ — 𝔐3 PCK RPΚαὶ τότε ἐάν τις ὑμῖν εἴπῃ, [ll]Ἰδού, ὧδε ὁ Χριστός, [mm]ἤ, [nn]Ἰδού, ἐκεῖ, μὴ *πιστευετε 𝔐24 ¦ πιστευσητε 𝔐18 PCK TRπιστεύετε. 22 Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν, εἰ δυνατόν, και ECM ¦ — CTκαὶ τοὺς ἐκλεκτούς. 23 Ὑμεῖς δὲ βλέπετε· ιδου ECM ¦ — CTἰδού, προείρηκα ὑμῖν §παντα 𝔐18 ¦ απαντα 𝔐7 ANTπάντα.
The Coming of the Son of Man
24 [ss]Ἀλλ᾽ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλῖψιν ἐκείνην, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, 25 καὶ οἱ ἀστέρες [tt]τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. 26 Καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλης και δοξης 𝔐15 ¦ και δοξης πολλης 𝔐9πολλῆς καὶ δόξης. 27 Καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους §αυτου ECM ¦ — CTαὐτοῦ καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς [ww]αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾽ ἄκρου [xx]γῆς ἕως ἄκρου ουρανου 𝔐18 ¦ του ουρανου 𝔐7 ANTοὐρανοῦ.
The Lesson of the Fig Tree
28 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν [zz]αὐτῆς ἤδη ὁ κλάδος []ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, []γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν· 29 οὕτω καὶ ὑμεῖς, ὅταν ταυτα ιδητε ECM ¦ ιδητε ταυτα ANT CTταῦτα ἴδητε []γινόμενα, []γινώσκετε ὅτι ἐγγύς ἐστιν, ἐπὶ θύραις. 30 Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ παντα ταυτα ECM ¦ ταυτα παντα CTπάντα ταῦτα γένηται. 31 Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελευσεται KX(89) ¦ παρελευσονται KX(75) ANT CT TRπαρελεύσεται, οἱ δὲ []λόγοι μου οὐ []μὴ []παρέλθωσι.
Keep Watch
32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης [] []ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι *οι εν ECM ¦ εν ANT CTοἱ ἐν ουρανω KX(83) ¦ τω ουρανω KX(60) PCKοὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ. 33 Βλέπετε, ἀγρυπνεῖτε []καὶ προσεύχεσθε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν. 34 Ὡς ἄνθρωπος ἀπόδημος· ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν []καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. 35 Γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, []ὀψὲ ἢ []μεσονυκτίου ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ, 36 μὴ ἐλθὼν []ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας. 37 []Ἃ δὲ ὑμῖν λέγω πᾶσι λέγω, Γρηγορεῖτε.

<- ΤΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕΛΙΟΝ 12ΤΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕΛΙΟΝ 14 ->