15
Jesus Handed Over to Pontius Pilate
1 Καὶ [a]εὐθέως †επι το ECM† 80% ¦ επι τω MSS 17.3% ¦ — CT 1.1%ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν [c]τῷ [d]Πιλάτῳ. 2 Καὶ ἐπηρώτησεν αὐτὸν ὁ [e]Πιλᾶτος, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ ἀποκριθεὶς [f]εἶπεν αὐτῷ, Σὺ λέγεις. 3 Καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς [g]πολλά. 4 Ὁ δὲ [h]Πιλᾶτος πάλιν [i]ἐπηρώτησεν αὐτὸν λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; Ἴδε πόσα σου [j]καταμαρτυροῦσιν. 5 Ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν [k]Πιλᾶτον.
The Crowd Calls For Jesus' Crucifixion
6 Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, §ονπερ ητουντο ECM† ¦ ον παρητουντο CTὅνπερ ᾐτοῦντο. 7 Ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν [m]συστασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. 8 Καὶ †αναβοησας ECM† ¦ αναβας CTἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς [o]ἀεὶ ἐποίει αὐτοῖς. 9 Ὁ δὲ [p]Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων, Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; 10 [q]Ἐγίνωσκε γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. 11 Οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. 12 Ὁ δὲ [r]Πιλᾶτος [s]ἀποκριθεὶς πάλιν [t]εἶπεν αὐτοῖς, Τί οὖν [u]θέλετε ποιήσω ὃν λέγετε [v]βασιλέα τῶν Ἰουδαίων; 13 Οἱ δὲ πάλιν ἔκραξαν, Σταύρωσον αὐτόν. 14 Ὁ δὲ [w]Πιλᾶτος ἔλεγεν αὐτοῖς, Τί γὰρ [x]κακὸν ἐποίησεν; Οἱ δὲ *περισσοτερως 𝔐15 ¦ περισσως 𝔐7 CTπερισσοτέρως ἔκραξαν, Σταύρωσον αὐτόν. 15 Ὁ δὲ [z]Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκε τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.
The Soldiers Mock Jesus
16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστι πραιτώριον, καὶ [aa]συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. 17 Καὶ [bb]ἐνδύουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον. 18 Καὶ ἤρξαντο ἀσπάζεσθαι [cc]αὐτόν, Χαῖρε, [dd]ὁ βασιλεὺς τῶν Ἰουδαίων. 19 Καὶ ἔτυπτον ‡αυτου την κεφαλην 𝔐15 ¦ την κεφαλην αυτου 𝔐9αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. 20 Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια §τα ιδια ECM† 96.2% ¦ αυτου NA WH 0.8%τὰ ἴδια. Καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν.
The Crucifixion
21 Καὶ ἀγγαρεύουσι παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ᾽ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 22 Καὶ φέρουσιν αὐτὸν ἐπὶ *γολγοθα 𝔐14 ¦ γολγοθαν 𝔐8 ¦ τον γολγοθαν CTΓολγοθᾶ τόπον, ὅ ἐστι [hh]μεθερμηνευόμενον Κρανίου Τόπος. 23 Καὶ ἐδίδουν αὐτῷ [ii]πιεῖν ἐσμυρνισμένον οἶνον, §ο ECM† ¦ ος CTὁ δὲ οὐκ ἔλαβε. 24 Καὶ *σταυρωσαντες αυτον ECM† ¦ σταυρουσιν αυτον και CTσταυρώσαντες αὐτὸν [ll]διαμερίζονται τὰ ἱμάτια αὐτοῦ ‡βαλλοντες 𝔐16 ¦ βαλοντες 𝔐8βάλλοντες κλῆρον ἐπ᾽ αὐτά, τίς τί ἄρῃ. 25 Ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν. 26 Καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη, Ὁ βασιλεὺς τῶν Ἰουδαίων. 27 Καὶ σὺν αὐτῷ σταυροῦσι δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ. 28 [nn]Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη. 29 Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν [oo]κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες, Οὐά, ὁ καταλύων τὸν ναὸν καὶ †εν τρισιν ημεραις οικοδομων ECM† ¦ οικοδομων εν τρισιν ημεραις CTἐν τρισὶν ἡμέραις οἰκοδομῶν, 30 σῶσον σεαυτὸν [qq]καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ. 31 Ὁμοίως [rr]καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. 32 Ὁ Χριστὸς ὁ βασιλεὺς [ss]τοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ †πιστευσωμεν 𝔐30 ¦ πιστευσωμεν αυτω 𝔐14 ANT HF PCK RPπιστεύσωμεν. Καὶ οἱ συνεσταυρωμένοι [uu]αὐτῷ ὠνείδιζον αὐτόν.
The Death of Jesus
33 [vv]Γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας *ενατης 𝔐15 ¦ εννατης 𝔐9 TRἐνάτης. 34 Καὶ τῇ †ωρα τη ενατη 𝔐15 ¦ ωρα τη εννατη 𝔐8 TR ¦ ενατη ωρα CTὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ [yy]λέγων, Ἐλωΐ, Ἐλωΐ, [zz]λιμὰ []σαβαχθανί; ὅ ἐστι μεθερμηνευόμενον, Ὁ Θεός †μου 𝔐29 ¦ — 𝔐15 PCKμου, ὁ Θεός μου, εἰς τί ‡με εγκατελιπες ECM† ¦ εγκατελιπες με CTμε ἐγκατέλιπες; 35 Καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον, §ιδου 𝔐17 ¦ ιδου οτι 𝔐7 ¦ ιδε ANT CTἸδού, []Ἠλίαν φωνεῖ. 36 Δραμὼν δὲ []εἷς []καὶ γεμίσας σπόγγον ὄξους περιθείς []τε καλάμῳ ἐπότιζεν αὐτὸν λέγων, Ἄφετε, ἴδωμεν εἰ ἔρχεται []Ἠλίας καθελεῖν αὐτόν. 37 Ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσε. 38 Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο []ἀπὸ ἄνωθεν ἕως κάτω. 39 Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτω ‡κραξας ECM† 96.5% ¦ — CT 0.4%κράξας ἐξέπνευσεν, εἶπεν, Ἀληθῶς []ὁ ἄνθρωπος οὗτος υἱὸς []ἦν Θεοῦ.
40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς †ην και 𝔐17 ¦ ην 𝔐7 PCK ¦ και CTἦν καὶ []Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ []τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ []Ἰωσῆ μήτηρ καὶ Σαλώμη, 41 []αἳ καὶ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
The Burial of Jesus
42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ []ἦν Παρασκευή, ὅ ἐστι §προσαββατον 𝔐14 ¦ προς σαββατον 𝔐5 ¦ προς σαβατον 𝔐5προσάββατον, 43 *ηλθεν 𝔐15 ¦ ελθων 𝔐9 ANT CT PCKἦλθεν Ἰωσὴφ []ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς ‡πιλατον ECM† ¦ τον πιλατον NA SBL ¦ τον πειλατον TH WHΠιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 44 Ὁ δὲ []Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ []πάλαι ἀπέθανε. 45 Καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ []σῶμα τῷ Ἰωσήφ. 46 Καὶ ἀγοράσας σινδόνα []καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ §κατεθηκεν ECM† 93.8% ¦ εθηκεν CT 4.6%κατέθηκεν αὐτὸν ἐν *μνημειω ¦ μνηματι ECM† WHμνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 47 Ἡ δὲ Μαρία ἡ †μαγδαληνη 𝔐17 ¦ μαγδαλινη 𝔐7Μαγδαληνὴ καὶ Μαρία []Ἰωσῆ ἐθεώρουν ποῦ []τίθεται.
<- ΤΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕΛΙΟΝ 14ΤΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕΛΙΟΝ 16 ->
- a ευθεως ¦ ευθυς CT
- b επι το ECM† 80% ¦ επι τω MSS 17.3% ¦ — CT 1.1%
- c τω ¦ — CT
- d πιλατω ¦ πειλατω TH WH
- e πιλατος ¦ πειλατος TH WH
- f ειπεν αυτω ¦ αυτω λεγει CT
- g πολλα ¦ πολλα αυτος δε ουδεν απεκρινατο ANT SCR
- h πιλατος ¦ πειλατος TH WH
- i επηρωτησεν ¦ επηρωτα ANT CT
- j καταμαρτυρουσιν ¦ κατηγορουσιν CT
- k πιλατον ¦ πειλατον TH WH
- l ονπερ ητουντο ECM† ¦ ον παρητουντο CT
- m συστασιαστων ¦ στασιαστων CT
- n αναβοησας ECM† ¦ αναβας CT
- o αει ¦ — NA SBL WH
- p πιλατος ¦ πειλατος TH WH
- q εγινωσκε ¦ εγεινωσκε TH
- r πιλατος ¦ πειλατος TH WH
- s αποκριθεις παλιν ¦ παλιν αποκριθεις CT
- t ειπεν ¦ ελεγεν CT
- u θελετε ¦ — NA TH WH
- v βασιλεα ¦ τον βασιλεα ANT CT
- w πιλατος ¦ πειλατος TH WH
- x κακον εποιησεν ¦ εποιησε κακον ANT CT
- y περισσοτερως 𝔐15 ¦ περισσως 𝔐7 CT
- z πιλατος ¦ πειλατος TH WH
- aa συγκαλουσιν ¦ συνκαλουσιν TH WH
- bb ενδυουσιν ¦ ενδιδυσκουσιν CT
- cc αυτον ¦ αυτον και λεγειν PCK
- dd ο βασιλευς ¦ βασιλευ CT TR
- ee αυτου την κεφαλην 𝔐15 ¦ την κεφαλην αυτου 𝔐9
- ff τα ιδια ECM† 96.2% ¦ αυτου NA WH 0.8%
- gg γολγοθα 𝔐14 ¦ γολγοθαν 𝔐8 ¦ τον γολγοθαν CT
- hh μεθερμηνευομενον ¦ μεθερμηνευομενος WH
- ii πιειν ¦ — CT
- jj ο ECM† ¦ ος CT
- kk σταυρωσαντες αυτον ECM† ¦ σταυρουσιν αυτον και CT
- ll διαμεριζονται ¦ διεμεριζον TR
- mm βαλλοντες 𝔐16 ¦ βαλοντες 𝔐8
- nn και επληρωθη η γραφη η λεγουσα και μετα ανομων ελογισθη 84.9% ¦ — SBL TH WH 11% {Note: NA encloses this text with double brackets.}
- oo κινουντες ¦ κεινουντες TH
- pp εν τρισιν ημεραις οικοδομων ECM† ¦ οικοδομων εν τρισιν ημεραις CT
- qq και καταβα ¦ καταβας CT
- rr και ¦ δε και ANT TR
- ss του ¦ — CT
- tt πιστευσωμεν 𝔐30 ¦ πιστευσωμεν αυτω 𝔐14 ANT HF PCK RP
- uu αυτω 95.4% ¦ συν αυτω NA SBL WH 1.2%
- vv γενομενης δε ¦ και γενομενης CT
- ww ενατης 𝔐15 ¦ εννατης 𝔐9 TR
- xx ωρα τη ενατη 𝔐15 ¦ ωρα τη εννατη 𝔐8 TR ¦ ενατη ωρα CT
- yy λεγων ¦ — CT
- zz λιμα ¦ λαμμα TR ¦ λεμα NA SBL ¦ λαμα TH WH
- σαβαχθανι ¦ σαβαχθανει TH WH
- μου 𝔐29 ¦ — 𝔐15 PCK
- με εγκατελιπες ECM† ¦ εγκατελιπες με CT
- ιδου 𝔐17 ¦ ιδου οτι 𝔐7 ¦ ιδε ANT CT
- ηλιαν ¦ ηλειαν WH
- εις ¦ τις CT
- και ¦ — TH WH
- τε ¦ — CT
- ηλιας ¦ ηλειας WH
- απο ¦ απ CT
- κραξας ECM† 96.5% ¦ — CT 0.4%
- ο ανθρωπος ουτος ¦ ουτος ο ανθρωπος CT
- ην θεου ¦ θεου ην NA SBL WH
- ην και 𝔐17 ¦ ην 𝔐7 PCK ¦ και CT
- μαρια ¦ μαριαμ WH
- του ¦ — CT
- ιωση ¦ ιωσητος CT
- αι και 88.8% ¦ και MSS 7.4% ¦ αι CT 3.6%
- ην παρασκευη ¦ παρασκευη ην PCK
- προσαββατον 𝔐14 ¦ προς σαββατον 𝔐5 ¦ προς σαβατον 𝔐5
- ηλθεν 𝔐15 ¦ ελθων 𝔐9 ANT CT PCK
- ο ¦ — WH
- πιλατον ECM† ¦ τον πιλατον NA SBL ¦ τον πειλατον TH WH
- πιλατος ¦ πειλατος TH WH
- παλαι 97.8% ¦ ηδη TH WH 1.5%
- σωμα ¦ πτωμα CT
- και ¦ — CT
- κατεθηκεν ECM† 93.8% ¦ εθηκεν CT 4.6%
- μνημειω ¦ μνηματι ECM† WH
- μαγδαληνη 𝔐17 ¦ μαγδαλινη 𝔐7
- ιωση ¦ η ιωσητος CT
- τιθεται ¦ τεθειται CT
Languages