Link to home pageLanguagesLink to all Bible versions on this site
12
The Parable of the Vineyard Owner
1 Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς [a]λέγειν· Ἀμπελῶνα [b]ἐφύτευσεν ἄνθρωπος καὶ περιέθηκε φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησε πύργον καὶ [c]ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησε. 2 Καὶ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ [d]τοῦ καρποῦ τοῦ ἀμπελῶνος. 3 [e]Οἱ δὲ λαβόντες αὐτὸν [f]ἔδειραν καὶ ἀπέστειλαν κενόν. 4 Καὶ πάλιν ἀπέστειλε πρὸς αὐτοὺς ἄλλον δοῦλον, κἀκεῖνον [g]λιθοβολήσαντες [h]ἐκεφαλαίωσαν καὶ [i]ἀπέστειλαν ἠτιμωμένον. 5 Καὶ [j]πάλιν ἄλλον ἀπέστειλε, κἀκεῖνον ἀπέκτειναν· καὶ πολλοὺς ἄλλους, [k]τοὺς μὲν [l]δέροντες, [m]τοὺς δὲ αποκτενοντες 𝔐21 ¦ αποκτεννοντες 𝔐22 ANT NA SBL TH ¦ αποκτεινοντες TR ¦ αποκτεννυντες WHἀποκτένοντες. 6 Ἔτι [o]οὖν ἕνα [p]υἱὸν ἔχων ἀγαπητὸν [q]αὐτοῦ, ἀπέστειλε [r]καὶ αὐτὸν [s]πρὸς αὐτοὺς ἔσχατον λέγων §οτι 𝔐18 ¦ — 𝔐7ὅτι Ἐντραπήσονται τὸν υἱόν μου. 7 Ἐκεῖνοι δὲ οἱ [u]γεωργοὶ [v]εἶπον πρὸς ἑαυτοὺς ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. 8 Καὶ λαβόντες [w]αὐτὸν ἀπέκτειναν καὶ [x]ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος. 9 Τί [y]οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; Ἐλεύσεται καὶ ἀπολέσει τοὺς [z]γεωργοὺς καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. 10 Οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε·
 
Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,
οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
11 παρὰ Κυρίου ἐγένετο αὕτη,
καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
 
12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπε. Καὶ ἀφέντες αὐτὸν [aa]ἀπῆλθον.
The Question About Paying Taxes to Caesar
13 Καὶ ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ. 14 [bb]Οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ, Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ *μελει 𝔐16 ¦ μελλει 𝔐9μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. [dd]Ἔξεστι [ee]κῆνσον Καίσαρι δοῦναι ἢ οὔ; Δῶμεν ἢ μὴ δῶμεν; 15 Ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς, Τί με πειράζετε; Φέρετέ μοι δηνάριον ἵνα ἴδω. 16 Οἱ δὲ ἤνεγκαν. Καὶ λέγει αὐτοῖς, Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; Οἱ δὲ [ff]εἶπον [gg]αὐτῷ, Καίσαρος. 17 [hh]Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν [ii]αὐτοῖς, [jj]Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Καὶ [kk]ἐθαύμασαν ἐπ᾽ αὐτῷ.
The Sadducees Ask About the Resurrection
18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ [ll]ἐπηρώτησαν αὐτὸν λέγοντες, 19 Διδάσκαλε, μωσης 𝔐18 ¦ μωυσης 𝔐7 ANT CTΜωσῆς ἔγραψεν ἡμῖν ὅτι Ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ [nn]τέκνα μὴ ἀφῇ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα [oo]αὐτοῦ καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 20 [pp]Ἑπτὰ ἀδελφοὶ ἦσαν. Καὶ ὁ πρῶτος ἔλαβε γυναῖκα καὶ ἀποθνῄσκων οὐκ ἀφῆκε σπέρμα. 21 Καὶ ὁ δεύτερος ἔλαβεν αὐτὴν καὶ ἀπέθανε [qq]καὶ οὐδὲ αὐτὸς ἀφῆκε σπέρμα· καὶ ὁ τρίτος ὡσαύτως. 22 Καὶ [rr]ἔλαβον αὐτὴν οἱ ἑπτὰ καὶ οὐκ ἀφῆκαν σπέρμα. *εσχατη 𝔐17 ¦ εσχατον 𝔐8 CTἘσχάτη πάντων [tt]ἀπέθανε καὶ ἡ γυνή. 23 Ἐν τῇ αναστασει οταν αναστωσιν 𝔐774 61% ¦ ουν αναστασει οταν αναστωσιν 𝔐449 ANT TR 31.6% ¦ αναστασει TH WH 0.7%ἀναστάσει, ὅταν ἀναστῶσι, τίνος αὐτῶν ἔσται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.

24 [vv]Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ; 25 Ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε [ww]γαμίσκονται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι οι 𝔐21 ¦ — 𝔐24 NA PCK SBL WHοἱ ἐν τοῖς οὐρανοῖς. 26 Περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ μωσεως 𝔐18 ¦ μωυσεως 𝔐7 ANT CT ¦ μωυσεος PCKΜωσέως, ἐπὶ §του 𝔐18 ¦ της 𝔐7 TRτοῦ βάτου, []ὡς εἶπεν αὐτῷ ὁ Θεὸς λέγων, Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ καὶ []ὁ Θεὸς Ἰσαὰκ καὶ []ὁ Θεὸς Ἰακώβ; 27 Οὐκ ἔστιν []ὁ Θεὸς νεκρῶν, ἀλλὰ *θεος 𝔐28 ¦ — 𝔐17 ANT CTΘεὸς ζώντων· []ὑμεῖς οὖν πολὺ πλανᾶσθε.

The Most Important Commandment
28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν []συζητούντων, §ειδως ECM ¦ ιδων ANT NA SBLεἰδὼς ὅτι καλῶς []αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν, Ποία ἐστὶ []πρώτη πάντων ἐντολή; 29 []Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ ὅτι Πρώτη §παντων των εντολων 𝔐24 ¦ παντων εντολη 𝔐10 ANT ¦ πασων των εντολων PCK TR ¦ εστιν CTπάντων τῶν ἐντολῶν· Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεὸς []ἡμῶν, Κύριος εἷς ἐστι· 30 καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης []τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. []Αὕτη πρώτη ἐντολή. 31 §καὶ δευτέρα ὁμοία αὕτη 𝔐35 ¦ καὶ δευτέρα ὁμοία αὐτῇ 𝔐9 HF ¦ δευτέρα αὕτη NA SBL WHΚαὶ δευτέρα ὁμοία αὕτη, Ἀγαπήσεις τὸν πλησίον σου ὡς *σεαυτον 𝔐27 ¦ εαυτον 𝔐18 ANTσεαυτόν. Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστι. 32 []Καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς, Καλῶς, διδάσκαλε, ἐπ᾽ ἀληθείας ειπας 𝔐17 ¦ ειπες 𝔐8 CTεἶπας ὅτι εἷς []ἐστι, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· 33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης []τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως []καὶ ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτόν []πλεῖόν ἐστι πάντων τῶν ὁλοκαυτωμάτων καὶ §θυσιων ¦ των θυσιων ECM TRθυσιῶν. 34 Καὶ ὁ Ἰησοῦς ἰδὼν []αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ. Καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
Whose Son Is the Christ?
35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγε διδάσκων ἐν τῷ ἱερῷ, Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱός []ἐστι Δαυίδ; 36 Αὐτὸς []γὰρ []Δαυὶδ εἶπεν ἐν []Πνεύματι Ἁγίῳ,
 
[]Λέγει []ὁ Κύριος τῷ Κυρίῳ μου,
Κάθου ἐκ δεξιῶν μου
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου []ὑποπόδιον τῶν ποδῶν σου.
 
37 Αὐτὸς []οὖν []Δαυὶδ λέγει αὐτὸν Κύριον, καὶ πόθεν []υἱὸς αὐτοῦ ἐστι; Καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.
Beware of the Scribes
38 Καὶ []ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ, Βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς 39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ *πρωτοκλισιας 𝔐17 ¦ πρωτοκλησιας 𝔐8πρωτοκλισίας ἐν τοῖς δείπνοις, 40 οἱ []κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι []λήψονται περισσότερον κρίμα.
The Widow's Offering
41 Καὶ καθίσας []ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον. Καὶ πολλοὶ πλούσιοι *εβαλλον 𝔐18 ¦ εβαλον 𝔐7 PCKἔβαλλον πολλά· 42 καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλε λεπτὰ δύο, ὅ ἐστι κοδράντης. 43 Καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ []λέγει αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα []αὕτη ἡ πτωχὴ πλεῖον πάντων []βέβληκε τῶν *βαλλοντων KX(100) ¦ βαλοντων KX(65) TRβαλλόντων εἰς τὸ γαζοφυλάκιον· 44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.

<- ΤΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕΛΙΟΝ 11ΤΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕΛΙΟΝ 13 ->