8
The Feeding of the Four Thousand
1 Ἐν ἐκείναις ταῖς ἡμέραις,
*παμπόλλου ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσι, προσκαλεσάμενος
[b]ὁ Ἰησοῦς τοὺς μαθητὰς
‡αὐτοῦ λέγει αὐτοῖς,
2 Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη §ἡμέραι τρεῖς προσμένουσί μοι καὶ οὐκ ἔχουσι τί φάγωσι· 3 καὶ ἐὰν ἀπολύσω αὐτοὺς [e]νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· [f]τινὲς γὰρ ‡αὐτῶν [h]μακρόθεν [i]ἥκουσι. 4 Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ
[j]αὐτοῦ, Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾽ ἐρημίας;
5 Καὶ
[k]ἐπηρώτα αὐτούς,
Πόσους ἔχετε ἄρτους; Οἱ δὲ
[l]εἶπον, Ἑπτά.
6 Καὶ
[m]παρήγγειλε τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους,
[n]εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα
[o]παραθῶσι· καὶ παρέθηκαν τῷ ὄχλῳ.
7 Καὶ
[p]εἶχον ἰχθύδια ὀλίγα· καὶ
[q]εὐλογήσας εἶπε
†παραθεῖναι καὶ αὐτά.
8 [s]Ἔφαγον δὲ καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ
[t]σπυρίδας.
9 Ἦσαν δὲ
[u]οἱ φαγόντες ὡς
[v]τετρακισχίλιοι. Καὶ ἀπέλυσεν αὐτούς.
10 Καὶ
[w]εὐθέως ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.
The Pharisees Ask For a Sign
11 Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο
[x]συζητεῖν αὐτῷ, ζητοῦντες παρ᾽ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν.
12 Καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει,
Τί ἡ γενεὰ αὕτη [y]σημεῖον ἐπιζητεῖ; Ἀμὴν λέγω [z]ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. 13 Καὶ ἀφεὶς αὐτούς,
[aa]ἐμβὰς πάλιν
§εἰς πλοῖον ἀπῆλθεν
[cc]εἰς τὸ πέραν.
The Leaven of the Pharisees and Herod
14 Καὶ
[dd]ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾽ ἑαυτῶν ἐν τῷ πλοίῳ.
15 Καὶ διεστέλλετο αὐτοῖς λέγων,
Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. 16 Καὶ διελογίζοντο πρὸς ἀλλήλους
[ee]λέγοντες ὅτι Ἄρτους οὐκ ἔχομεν.
17 Καὶ γνοὺς
§ὁ Ἰησοῦς λέγει αὐτοῖς,
Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; Οὔπω νοεῖτε οὐδὲ συνίετε; [gg]Ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; 18 Ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε; Καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; Καὶ οὐ μνημονεύετε; 19 Ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς [hh]πεντακισχιλίους, [ii]πόσους κοφίνους [jj]πλήρεις κλασμάτων ἤρατε; Λέγουσιν αὐτῷ, Δώδεκα.
20 Ὅτε *δὲ τοὺς ἑπτὰ εἰς τοὺς [ll]τετρακισχιλίους, πόσων [mm]σπυρίδων πληρώματα κλασμάτων ἤρατε; §Οἱ δὲ εἶπον, Ἑπτά.
21 Καὶ
*ἔλεγεν αὐτοῖς,
[pp]Πῶς οὐ συνίετε; Jesus Heals a Blind Man at Bethsaida
22 Καὶ
[qq]ἔρχεται εἰς
§Βηθσαϊδάν. Καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.
23 Καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ
[ss]ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἐπηρώτα αὐτὸν εἴ τι
[tt]βλέπει.
24 Καὶ ἀναβλέψας ἔλεγε, Βλέπω τοὺς ἀνθρώπους,
[uu]ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας.
25 Εἶτα πάλιν
[vv]ἐπέθηκε τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ
[ww]ἐποίησεν αὐτὸν ἀναβλέψαι. Καὶ
†ἀποκατεστάθη καὶ
‡ἀνέβλεψε τηλαυγῶς
[zz]ἅπαντας.
26 Καὶ ἀπέστειλεν αὐτὸν εἰς
*τὸν οἶκον αὐτοῦ λέγων,
Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς []μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ. Peter Declares That Jesus Is the Christ
27 Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας
[]Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς,
Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; 28 Οἱ δὲ
§ἀπεκρίθησαν,
[]Ἰωάννην τὸν βαπτιστήν· καὶ ἄλλοι
[]Ἠλίαν· ἄλλοι δὲ
[]ἕνα τῶν προφητῶν.
29 Καὶ αὐτὸς
§λέγει αὐτοῖς,
Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ἀποκριθεὶς
[]δὲ ὁ Πέτρος λέγει αὐτῷ, Σὺ εἶ ὁ Χριστός.
30 Καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ.
Jesus Predicts His Death and Resurrection
31 Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι
[]ἀπὸ τῶν πρεσβυτέρων καὶ
‡τῶν ἀρχιερέων καὶ
[]τῶν γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·
32 καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. Καὶ προσλαβόμενος
[]αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ.
33 Ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησε
[]τῷ Πέτρῳ
[]λέγων,
Ὕπαγε ὀπίσω μου, Σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς, §Ὅστις θέλει ὀπίσω μου *ἐλθεῖν ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. 35 Ὃς γὰρ []ἂν θέλῃ τὴν []ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν []ἀπολέσῃ τὴν []ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, []οὗτος σώσει αὐτήν. 36 Τί γὰρ ‡ὠφελήσει []ἄνθρωπον []ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; 37 []Ἢ τί []δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38 Ὃς γὰρ §ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.
<- ΤΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕΛΙΟΝ 7ΤΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕΛΙΟΝ 9 ->
- a παμπολλου 𝔐17 (παμπολου 𝔐8) 95.5% ¦ παλιν πολλου ANT CT 3.4% {Note: Text und Textwert combines παμπολλου and παμπολου in its collation.}
- b ο ιησους ¦ — CT
- c αυτου ECM† ¦ — CT
- d ημεραι 𝔐17 ¦ ημερας 𝔐8 PCK TR
- e νηστεις ¦ νηστις PCK
- f τινες γαρ ¦ και τινες CT
- g αυτων 𝔐18 ¦ εξ αυτων 𝔐7
- h μακροθεν ¦ απο μακροθεν ANT CT
- i ηκουσι ¦ ηκασι ANT NA SBL TH TR ¦ εισι WH
- j αυτου ¦ αυτου οτι CT
- k επηρωτα ¦ ηρωτα CT
- l ειπον ¦ ειπαν CT
- m παρηγγειλε ¦ παραγγελλει CT
- n ευχαριστησας ¦ και ευχαριστησας PCK
- o παραθωσι ¦ παρατιθωσι ANT CT
- p ειχον ¦ ειχαν TH WH
- q ευλογησας 79.6% ¦ ταυτα ευλογησας MSS 9.2% ¦ αυτα ευλογησας ANT 7.7% ¦ ευλογησας αυτα CT 2.2%
- r παραθειναι και αυτα KX(81) ¦ παραθηναι και αυτα KX(83) ¦ παρατιθεναι και αυτα ANT ¦ και ταυτα παρατιθεναι CT
- s εφαγον δε ¦ και εφαγον CT
- t σπυριδας ¦ σφυριδας WH
- u οι φαγοντες ¦ — ANT CT
- v τετρακισχιλιοι ¦ τετρακισχειλιοι TH
- w ευθεως εμβας ¦ εμβας ευθυς ANT ¦ ευθυς εμβας CT
- x συζητειν ¦ συνζητειν TH WH
- y σημειον επιζητει ¦ ζητει σημειον CT
- z υμιν 99.5% ¦ — WH 0.3%
- aa εμβας παλιν ¦ παλιν εμβας CT ¦ — ANT
- bb εις πλοιον 𝔐776 61.9% ¦ εις το πλοιον 𝔐505 ANT TH TR 37.4% ¦ — NA SBL WH 0.4%
- cc εις το περαν ¦ παλιν ANT
- dd επελαθοντο ¦ επελαθοντο οι μαθηται αυτου PCK ¦ επελαθοντο οι μαθηται SCR
- ee λεγοντες οτι αρτους ουκ εχομεν ¦ οτι αρτους ουκ εχουσι CT
- ff ο ιησους ECM† 98.2% ¦ — CT 0.4%
- gg ετι ¦ — CT
- hh πεντακισχιλιους ¦ πεντακισχειλιους TH
- ii ποσους ¦ και ποσους ANT
- jj πληρεις κλασματων ¦ κλασματων πληρεις ANT CT
- kk δε 95.7% ¦ και ECM† SBL 0.4% ¦ — NA WH 1.3%
- ll τετρακισχιλιους ¦ τετρακισχειλιους TH
- mm σπυριδων ¦ σφυριδων WH
- nn οι δε ειπον (ειπαν TH) ECM† 98.2% ¦ και λεγουσιν αυτω NA SBL WH 1.1%
- oo ελεγεν 𝔐16 ¦ λεγει 𝔐9 PCK
- pp πως ου ¦ πως ουπω PCK TH ¦ ουπω ANT NA SBL WH
- qq ερχεται ¦ ερχονται CT
- rr βηθσαιδαν 𝔐918 72.9% ¦ βηθσαιδα 𝔐345 ANT SCR 25.3%
- ss εξηγαγεν 98.1% ¦ εξηνεγκεν CT 1%
- tt βλεπει 98.2% ¦ βλεπεις CT 0.7%
- uu οτι ως δενδρα ορω ¦ ως δενδρα ANT SCR
- vv επεθηκε 98.6% ¦ εθηκε WH 0.4%
- ww εποιησεν αυτον αναβλεψαι ¦ διεβλεψε CT
- xx αποκατεσταθη 𝔐17 ¦ απεκατεσταθη 𝔐8 ¦ απεκατεστη CT
- yy ανεβλεψε 𝔐26 ¦ ενεβλεψε 𝔐14 ANT PCK RP TR ¦ ενεβλεπε CT
- zz απαντας ¦ απαντα CT
- τον KX(96) ¦ — KX(69) CT
- μηδε ειπης τινι εν τη κωμη 93.6% ¦ — NA SBL WH 0.6%
- καισαρειας ¦ καισαριας WH
- απεκριθησαν ¦ ειπαν αυτω λεγοντες οτι NA SBL WH ¦ ειπαν αυτω λεγοντες ECM† TH
- ιωαννην ¦ ιωανην WH
- ηλιαν ¦ ηλειαν WH
- ενα ¦ οτι εις CT
- λεγει αυτοις ECM† ¦ επηρωτα αυτους CT
- δε ¦ — CT
- απο ¦ υπο CT
- των 𝔐17 ¦ — 𝔐8 TR
- των ¦ — TR
- αυτον ο πετρος ¦ ο πετρος αυτον NA SBL WH
- τω ¦ — CT
- λεγων ¦ και λεγει CT
- οστις ECM† ¦ ει τις CT
- ελθειν 𝔐34 ¦ ακολουθειν 𝔐21 ANT NA HF PCK RP
- αν ¦ εαν CT
- ψυχην αυτου 99.6% ¦ εαυτου ψυχην WH 0.3%
- απολεση ¦ απολεσει SBL TH WH
- εαυτου ψυχην ¦ ψυχην αυτου CT PCK TR
- ουτος ¦ — CT
- ωφελησει ECM† ¦ ωφελει CT
- ανθρωπον ¦ τον ανθρωπον TH
- εαν κερδηση τον κοσμον ολον και ζημιωθη ¦ κερδησαι τον κοσμον ολον και ζημιωθηναι CT
- η τι ¦ τι γαρ CT
- δωσει ¦ δοι CT
- εαν 𝔐28 ¦ αν 𝔐16 TR