Link to home pageLanguagesLink to all Bible versions on this site
7
The Traditions of the Elders
1 Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων. 2 καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ [a]κοιναῖς χερσί—τοῦτ᾽ ἔστιν ἀνίπτοις—ἐσθίοντας [b]ἄρτους εμεμψαντο 𝔐30 ¦ — 𝔐14 CTἐμέμψαντο. 3 οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσι, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων· 4 καὶ [d]ἀπὸ ἀγορᾶς ἐὰν μὴ [e]βαπτίσωνται οὐκ ἐσθίουσι· καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ [f]χαλκίων καὶ κλινῶν. 5 [g]ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, Διὰ τί [h]οἱ μαθηταί σου οὐ περιπατοῦσι κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, [i]ἀλλὰ [j]ἀνίπτοις χερσὶν ἐσθίουσι τὸν ἄρτον; 6 ὁ δὲ [k]ἀποκριθεὶς εἶπεν αὐτοῖς [l]ὅτι Καλῶς [m]προεφήτευσεν Ἡσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς [n]γέγραπται,
 
Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ,
ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ.
7 μάτην δὲ σέβονταί με,
διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
 
8 ἀφέντες [o]γὰρ τὴν ἐντολὴν τοῦ Θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, [p]βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων, καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.

9 Καὶ ἔλεγεν αὐτοῖς, Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε. 10 [q]Μωσῆς γὰρ εἶπε, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω. 11 ὑμεῖς δὲ λέγετε, Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, Κορβᾶν—ὅ ἐστι, Δῶρον—ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, 12 [r]καὶ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ [s]αὐτοῦ ἢ τῇ μητρὶ [t]αὐτοῦ, 13 ἀκυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.

14 Καὶ προσκαλεσάμενος [u]πάντα τὸν ὄχλον ἔλεγεν αὐτοῖς, [v]Ἀκούετέ μου πάντες καὶ [w]συνίετε. 15 οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται [x]αὐτὸν κοινῶσαι, ἀλλὰ τὰ [y]ἐκπορευόμενα ἀπ᾽ αὐτοῦ, ἐκεῖνά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. 16 [z]εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.

17 Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ [aa]περὶ τῆς παραβολῆς. 18 καὶ λέγει αὐτοῖς, Οὕτω καὶ ὑμεῖς ἀσύνετοί ἐστε; [bb]οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι; 19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν ἀλλ᾽ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, [cc]καθαρίζον πάντα τὰ βρώματα. 20 ἔλεγε δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον. 21 ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, [dd]μοιχεῖαι, πορνεῖαι, φόνοι, 22 κλοπαί, πλεονεξίαι, πονηρίαι, δόλος, ασελγεια 𝔐31 ¦ ασελγειαι 𝔐12ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· 23 πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.

A Syrophoenician Woman's Faith
24 [ff]Καὶ ἐκεῖθεν ἀναστὰς ἀπῆλθεν εἰς τὰ [gg]μεθόρια Τύρου και σιδωνος ECM ¦ — NA SBLκαὶ Σιδῶνος. καὶ εἰσελθὼν εἰς [ii]οἰκίαν οὐδένα ἤθελε γνῶναι, καὶ οὐκ [jj]ἠδυνήθη λαθεῖν. 25 [kk]ἀκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχε τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ. 26 [ll]ἦν δὲ ἡ γυνὴ Ἑλληνίς, συραφοινικισσα 𝔐13 ¦ συροφοινισσα TR ¦ συροφοινικισσα ANT CTΣυραφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον [nn]ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. 27 [oo]ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῇ, Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γὰρ [pp]καλόν ἐστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ [qq]βαλεῖν τοῖς κυναρίοις. 28 ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, [rr]Ναί, Κύριε, καὶ [ss]γὰρ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης [tt]ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν παιδίων. 29 καὶ εἶπεν αὐτῇ, Διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθε [uu]τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου. 30 καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρε τὸ [vv]δαιμόνιον ἐξεληλυθὸς καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης.
Jesus Heals a Deaf and Mute Man
31 Καὶ πάλιν *εξελθων 𝔐30 ¦ εξελθων ο ιησους 𝔐15 PCKἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου [xx]καὶ Σιδῶνος ἦλθε [yy]πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. 32 καὶ φέρουσιν αὐτῷ §κωφον ECM ¦ κωφον και CTκωφὸν *μογγιλαλον 𝔐22 ¦ μογιλαλον 𝔐23 ANT CT TRμογγιλάλον καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. 33 καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾽ ἰδίαν ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, 34 καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξε καὶ λέγει αὐτῷ, Ἐφφαθά, ὅ ἐστι, Διανοίχθητι. 35 καὶ []εὐθέως []διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς. 36 καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ []εἴπωσιν· ὅσον δὲ []αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον. 37 καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες, Καλῶς πάντα πεποίηκε· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ []τοὺς ἀλάλους λαλεῖν.

<- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΡΚΟΝ 6ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΡΚΟΝ 8 ->