1 Λέγω δέ, ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν· 2 [a]ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους, ἄχρι τῆς προθεσμίας τοῦ πατρός. 3 Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου [b]ἦμεν δεδουλωμένοι· 4 ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, ‡γενομενον 𝔐pt ¦ γεννωμενον 𝔐ptγενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, 5 ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. 6 Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας [d]ὑμῶν, κρᾶζον, Ἀββᾶ, ὁ πατήρ. 7 Ὥστε οὐκέτι εἶ δοῦλος, [e]ἀλλ᾽ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος [f]Θεοῦ διὰ Χριστοῦ.
12 [i]Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. Οὐδέν με ἠδικήσατε· 13 οἴδατε δὲ ὅτι δι᾽ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον. 14 Καὶ τὸν πειρασμόν [j]μου τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, [k]ἀλλ᾽ ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν. 15 [l]Τίς οὖν ἦν ὁ μακαρισμὸς ὑμῶν; Μαρτυρῶ γὰρ ὑμῖν ὅτι, εἰ δυνατόν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες [m]ἂν ἐδώκατέ μοι. 16 Ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν; 17 Ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, [n]ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. 18 Καλὸν δὲ [o]τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς. 19 [p]Τεκνία μου, οὓς πάλιν ὠδίνω, [q]ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν, 20 ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.
- a αλλα ¦ αλλ NA PCK
- b ημεν ¦ ημεθα NA SBL WH
- c γενομενον 𝔐pt ¦ γεννωμενον 𝔐pt
- d υμων ¦ ημων CT
- e αλλ ¦ αλλα SBL TH WH
- f κληρονομος θεου δια χριστου 72.6% ¦ κληρονομος θεου δια ιησου χριστου MSS 14.8% ¦ κληρονομος κληρονομος μεν θεου συγκληρονομος δε χριστου MSS 6.1% ¦ κληρονομος δια θεου CT 1%
- g μη φυσει ¦ φυσει μη CT
- h δουλευειν ¦ δουλευσαι WH
- i γινεσθε ¦ γεινεσθε TH
- j μου τον 83.7% ¦ τον MSS 11.4% ¦ υμων CT 1.1%
- k αλλ ¦ αλλα SBL WH
- l τις ουν ην ¦ που ουν CT
- m αν ¦ — CT
- n αλλα ¦ αλλ NA
- o το ¦ — CT
- p τεκνια ¦ τεκνα NA SBL
- q αχρις ¦ μεχρις CT
- r δια της ¦ δι CT
- s δυο ¦ αι δυο TR
- t σινα ¦ σεινα TH
- u γαρ 90% ¦ δε NA SBL WH 5.1%
- v σινα ¦ σεινα TH
- w συστοιχει ¦ συνστοιχει WH
- x δε ¦ γαρ CT
- y παντων ¦ — CT
- z ημεις … εσμεν ¦ υμεις … εστε NA SBL TH
- aa γαρ μη ¦ μη γαρ ANT
- bb κληρονομηση ¦ κληρονομησει ANT CT
- cc αρα ¦ διο CT
Languages