7 Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοί [d]εἰσιν υἱοὶ Ἁβραάμ. 8 Προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεός, προευηγγελίσατο τῷ Ἁβραὰμ ὅτι [e]Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. 9 Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἁβραάμ.
10 Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν, ὑπὸ κατάραν εἰσί· γέγραπται [f]γάρ, Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει [g]ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά. 11 Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ, δῆλον· ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσεται· 12 ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, [h]ἀλλ᾽ Ὁ ποιήσας αὐτὰ [i]ἄνθρωπος ζήσεται ἐν αὐτοῖς. 13 Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· [j]γέγραπται γάρ, Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου· 14 ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἁβραὰμ γένηται ἐν [k]Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως.
19 Τί οὖν ὁ νόμος; Τῶν παραβάσεων χάριν προσετέθη, ἄχρις [o]οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς δι᾽ ἀγγέλων ἐν χειρὶ μεσίτου. 20 Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ Θεὸς εἷς ἐστιν.
23 Πρὸ [q]τοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα, [r]συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. 24 Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. 25 Ἐλθούσης δὲ τῆς πίστεως, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. 26 Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. 27 Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. 28 Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστὲ ἐν Χριστῷ Ἰησοῦ. 29 Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἁβραὰμ σπέρμα ἐστέ, [s]καὶ κατ᾽ ἐπαγγελίαν κληρονόμοι.
<- ΠΡΟΣ ΓΑΛΑΤΑΣ ΕΠΙΣΤΟΛΗ 2ΠΡΟΣ ΓΑΛΑΤΑΣ ΕΠΙΣΤΟΛΗ 4 ->- a εβασκανε 𝔐pt ¦ εβασκηνε 𝔐pt PCK
- b τη αληθεια μη πειθεσθαι 92% ¦ — CT 3.1%
- c εν υμιν 86.5% ¦ — CT 9%
- d εισιν υιοι ¦ υιοι εισιν CT
- e ενευλογηθησονται ¦ ευλογηθησονται SCR
- f γαρ ¦ γαρ οτι CT
- g εν ¦ — CT
- h αλλ ¦ αλλα TH
- i ανθρωπος 92.6% ¦ — CT 6.6%
- j γεγραπται γαρ ¦ οτι γεγραπται CT
- k χριστω ιησου ¦ ιησου χριστω WH
- l ερρηθησαν 𝔐18 ¦ ερρεθησαν 𝔐11 ANT CT HF PCK
- m εις χριστον ¦ — CT
- n ετη τετρακοσια και τριακοντα ¦ τετρακοσια και τριακοντα ετη CT
- o ου ¦ αν WH
- p αν εκ νομου 84.8% ¦ εκ νομου αν NA SBL TH 1.3% ¦ εν νομω αν WH 0.2%
- q του δε ¦ δε του ANT
- r συγκεκλεισμενοι ¦ συγκλειομενοι NA SBL ¦ συνκλειομενοι TH WH
- s και ¦ — CT
Languages