25
Paul's Trial Before Festus
1 Φῆστος οὖν ἐπιβὰς τῇ
[a]ἐπαρχίᾳ, μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ
[b]Καισαρείας.
2 Ἐνεφάνισαν
[c]δὲ αὐτῷ
[d]ὁ ἀρχιερεὺς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτόν,
3 αἰτούμενοι χάριν κατ᾽ αὐτοῦ, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν.
4 Ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη, τηρεῖσθαι τὸν Παῦλον
[e]ἐν Καισαρείᾳ, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι.
5 Οἱ οὖν
[f]δυνατοὶ ἐν ὑμῖν, φησί,
[g]συγκαταβάντες, εἴ τί ἐστιν
[h]ἐν τῷ ἀνδρὶ τούτῳ, κατηγορείτωσαν αὐτοῦ.
6 Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας [i]πλείους ἢ δέκα, καταβὰς εἰς [j]Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσε τὸν Παῦλον ἀχθῆναι. 7 Παραγενομένου δὲ αὐτοῦ, [k]περιέστησαν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα §αἰτιώματα [m]φέροντες κατὰ τοῦ Παύλου, ἃ οὐκ ἴσχυον ἀποδεῖξαι, 8 [n]ἀπολογουμένου αὐτοῦ ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων, οὔτε εἰς τὸ ἱερόν, οὔτε εἰς Καίσαρά τι ἥμαρτον. 9 Ὁ Φῆστος δὲ [o]τοῖς Ἰουδαίοις θέλων χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπε, Θέλεις εἰς [p]Ἱεροσόλυμα ἀναβάς, ἐκεῖ περὶ τούτων [q]κρίνεσθαι †ἐπ᾽ ἐμοῦ; 10 Εἶπε δὲ ὁ Παῦλος, [s]Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι· Ἰουδαίους οὐδὲν [t]ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις. 11 Εἰ μὲν [u]γὰρ ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι †τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσί μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι. Καίσαρα ἐπικαλοῦμαι. 12 Τότε ὁ Φῆστος [w]συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη, Καίσαρα ἐπικέκλησαι; Ἐπὶ Καίσαρα πορεύσῃ.
Festus Consults King Agrippa
13 Ἡμερῶν δὲ διαγενομένων τινῶν, Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς
[x]Καισάρειαν,
*ἀσπασόμενοι τὸν Φῆστον.
14 Ὡς δὲ πλείους ἡμέρας
†διέτριβεν ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον, λέγων, Ἀνήρ τίς ἐστι
[aa]καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος,
15 περὶ οὗ, γενομένου μου εἰς Ἱεροσόλυμα, ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ᾽ αὐτοῦ
[bb]δίκην.
16 Πρὸς οὓς ἀπεκρίθην, ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον
[cc]εἰς ἀπώλειαν, πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους, τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.
17 Συνελθόντων οὖν
[dd]αὐτῶν ἐνθάδε, ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα·
18 περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν
[ee]ἐπέφερον ὧν
§ὑπενόουν ἐγώ,
19 ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτόν, καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν.
20 Ἀπορούμενος δὲ ἐγὼ
*τὴν περὶ
[hh]τούτου ζήτησιν, ἔλεγον, εἰ βούλοιτο πορεύεσθαι εἰς
[ii]Ἱερουσαλήμ, κἀκεῖ κρίνεσθαι περὶ τούτων.
21 Τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτόν, ἕως οὗ
[jj]πέμψω αὐτὸν πρὸς Καίσαρα.
22 Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον
[kk]ἔφη, Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι.
[ll]Ὁ δέ, Αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.
Paul Brought Before King Agrippa
23 Τῇ οὖν ἐπαύριον, ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον, σύν τε
[mm]τοῖς χιλιάρχοις καὶ ἀνδράσι τοῖς κατ᾽ ἐξοχὴν
[nn]οὖσι τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου, ἤχθη ὁ Παῦλος.
24 Καί φησιν ὁ Φῆστος, Ἀγρίππα βασιλεῦ, καὶ πάντες οἱ
[oo]συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ
[pp]πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων
[qq]ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε,
[rr]ἐπιβοῶντες μὴ δεῖν
[ss]ζῆν αὐτὸν μηκέτι.
25 Ἐγὼ δὲ
[tt]καταλαβόμενος μηδὲν ἄξιον
[uu]θανάτου αὐτὸν πεπραχέναι,
[vv]καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστόν, ἔκρινα πέμπειν
[ww]αὐτόν.
26 Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω. Διὸ
†προήγαγον αὐτὸν ἐφ᾽ ὑμῶν, καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ
[yy]τι γράψαι.
27 Ἄλογον γάρ μοι δοκεῖ, πέμποντα δέσμιον, μὴ καὶ τὰς κατ᾽ αὐτοῦ αἰτίας σημᾶναι.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 26 ->
- a επαρχια ¦ επαρχεια CT
- b καισαρειας ¦ καισαριας WH
- c δε ¦ τε CT
- d ο αρχιερευς ¦ οι αρχιερεις CT PCK
- e εν καισαρεια ¦ εις καισαρειαν ECM NA SBL TH ¦ εις καισαριαν WH
- f δυνατοι εν υμιν φησι ¦ εν υμιν φησι δυνατοι CT
- g συγκαταβαντες ¦ συνκαταβαντες TH WH
- h εν τω ανδρι τουτω 72.6% ¦ εν τω ανδρι τουτω ατοπον MSS 14.2% ¦ εν τω ανδρι ατοπον CT 9.3% ¦ ατοπον εν τω ανδρι τουτω SCR 2.9%
- i πλειους ¦ ου πλειους οκτω CT
- j καισαρειαν ¦ καισαριαν WH
- k περιεστησαν ¦ περιεστησαν αυτον CT
- l αιτιωματα 𝔐16 ¦ αιτιαματα 𝔐9 PCK TR
- m φεροντες κατα του παυλου ¦ καταφεροντες CT
- n απολογουμενου αυτου ¦ του παυλου απολογουμενου CT
- o τοις ιουδαιοις θελων ¦ θελων τοις ιουδαιοις ANT CT
- p ιεροσολυμα ¦ ιερουσαλημ ANT
- q κρινεσθαι ¦ κριθηναι CT
- r επ 𝔐14 ¦ υπ 𝔐9 PCK
- s επι του βηματος καισαρος εστως ¦ εστως επι του βηματος καισαρος WH
- t ηδικησα ¦ ηδικηκα TH WH
- u γαρ ¦ ουν CT
- v το 𝔐17 ¦ του 𝔐8
- w συλλαλησας ¦ συνλαλησας TH WH
- x καισαρειαν ¦ καισαριαν WH
- y ασπασομενοι 𝔐38 ¦ ασπασαμενοι 𝔐20 CT HF RP
- z διετριβεν 𝔐16 ¦ διετριβον 𝔐9 ANT CT PCK TR
- aa καταλελειμμενος ¦ καταλελιμμενος WH
- bb δικην ¦ καταδικην CT
- cc εις απωλειαν 89.9% ¦ — CT 7.4%
- dd αυτων 87.4% ¦ — SBL WH 7%
- ee επεφερον ¦ εφερον CT
- ff υπενοουν εγω ¦ εγω υπενοουν πονηρων NA27 SBL WH ¦ εγω υπενοουν πονηραν ECM TH
- gg την περι ¦ περι την PCK ¦ εις την περι ECM† TR
- hh τουτου ¦ τουτων CT PCK
- ii ιερουσαλημ ¦ ιεροσολυμα ANT CT
- jj πεμψω ¦ αναπεμψω CT
- kk εφη ¦ — CT
- ll ο δε ¦ — CT
- mm τοις ¦ — CT
- nn ουσι ¦ — CT
- oo συμπαροντες ¦ συνπαροντες TH WH
- pp παν ¦ απαν CT
- qq ενετυχον ¦ ενετυχε WH
- rr επιβοωντες ¦ βοωντες CT
- ss ζην αυτον ¦ αυτον ζην CT
- tt καταλαβομενος ¦ κατελαβομην CT
- uu θανατου αυτον ¦ αυτον θανατου CT
- vv και ¦ — CT
- ww αυτον ¦ — CT
- xx προηγαγον 𝔐18 ¦ προσηγαγον 𝔐7
- yy τι γράψαι ¦ τί γράψω CT