24
The Accusation Against Paul
1 Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἀνανίας μετὰ [a]τῶν πρεσβυτέρων καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες †ενεφανισαν 𝔐16 ¦ ενεφανησαν 𝔐7ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου. 2 Κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων, Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ [c]κατορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, 3 §παντη 𝔐15 ¦ παντι 𝔐10πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας. 4 Ἵνα δὲ μὴ ἐπὶ [e]πλεῖόν σε [f]ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ [g]ἐπιεικείᾳ. 5 Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμόν, καὶ [h]κινοῦντα [i]στάσιν πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως· 6 ὃς καὶ τὸ ἱερὸν ἐπείρασε βεβηλῶσαι· ὃν καὶ [j]ἐκρατήσαμεν· 8 παρ᾽ οὗ δυνήσῃ, αὐτὸς ἀνακρίνας, περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.
9 [k]Συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα οὕτως ἔχειν.
Paul's Defense Before Felix
10 Ἀπεκρίθη [l]δὲ ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν, Ἐκ πολλῶν ἐτῶν ὄντα σε [m]κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος, [n]εὐθυμότερον τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, 11 δυναμένου σου [o]γνῶναι ὅτι οὐ πλείους εἰσί μοι ἡμέραι [p]δεκαδύο, ἀφ᾽ ἧς ἀνέβην προσκυνήσων *εν 𝔐31 ¦ εις 𝔐14 ANT CTἐν Ἱερουσαλήμ· 12 καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ [r]ἐπισύστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν. 13 ‡ουτε ¦ ουδε ECM† NA SBL TH WHΟὔτε παραστῆσαί [t]με *δυνανται 𝔐26 ¦ νυν δυνανται 𝔐19 ¦ δυνανται σοι CTδύνανται περὶ ὧν [v]νῦν κατηγοροῦσί μου. 14 Ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν Ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτω λατρεύω τῷ πατρῴῳ Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς [w]προφήταις γεγραμμένοις· 15 ἐλπίδα ἔχων εἰς τὸν Θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι [x]νεκρῶν, δικαίων τε καὶ ἀδίκων. 16 Ἐν τούτῳ [y]δὲ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν [z]ἔχων ‡προς 𝔐29 ¦ προς τε 𝔐16 PCKπρὸς τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. 17 Δι᾽ ἐτῶν δὲ πλειόνων [bb]παρεγενόμην ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου καὶ προσφοράς· 18 ἐν [cc]οἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, [dd]τινὲς ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι· 19 οὓς [ee]δεῖ ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρός [ff]με. 20 Ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν, [gg]τί εὗρον [hh]ἐν ἐμοὶ ἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου, 21 ἢ περὶ μιᾶς ταύτης φωνῆς, ἧς [ii]ἔκραξα [jj]ἑστὼς ἐν αὐτοῖς, ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον [kk]ὑφ᾽ ὑμῶν.
22 [ll]Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτούς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς Ὁδοῦ, [mm]εἰπών, Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ᾽ ὑμᾶς· 23 διαταξάμενός [nn]τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι [oo]τὸν Παῦλον, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν [pp]ἢ προσέρχεσθαι αὐτῷ.
Paul Held in Custody
24 Μετὰ δὲ ἡμέρας τινάς, παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ ‡γυναικι ¦ γυναικι αυτου ANT ECM† TR ¦ ιδια γυναικι ECM† NA SBL TH WHγυναικὶ οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς §χριστον 𝔐26 ¦ χριστον ιησουν 𝔐18 CT PCKΧριστὸν πίστεως. 25 Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος [ss]ἔσεσθαι, ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη, Τὸ νῦν ἔχον πορεύου· καιρὸν δὲ †μεταλαβων 𝔐18 ¦ λαβων 𝔐7μεταλαβὼν μετακαλέσομαί σε· 26 ἅμα [uu]καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, [vv]ὅπως λύσῃ αὐτόν· διὸ καὶ πυκνότερον [ww]αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ. 27 Διετίας δὲ πληρωθείσης, ἔλαβε διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων †τε 𝔐28 ¦ δε 𝔐17 ANT ECM† PCKτε [yy]χάριτας καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 23ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 25 ->
- a των πρεσβυτερων 83.4% ¦ πρεσβυτερων τινων CT 14.9%
- b ενεφανισαν 𝔐16 ¦ ενεφανησαν 𝔐7
- c κατορθωματων ¦ διορθωματων CT
- d παντη 𝔐15 ¦ παντι 𝔐10
- e πλειον ¦ πλεον PCK
- f εγκοπτω ¦ ενκοπτω TH WH
- g επιεικεια ¦ επιεικια WH
- h κινουντα ¦ κεινουντα TH
- i στασιν ¦ στασεις CT
- j εκρατησαμεν 8 παρ 55.3% ¦ εκρατησαμεν και κατα τον ημετερον νομον ηθελησαμεν κριναι (κρινειν ANT TR 1%) 7 παρελθων δε λυσιας ο χιλιαρχος μετα πολλης βιας εκ των χειρων ημων απηγαγε 8 κελευσας τους κατηγορους αυτου ερχεσθαι επι σε (σου MSS 5.7%) παρ ECM 9.3% {Note: The longer text is found in 43.9% of manuscripts in eighteen different readings. The reading printed in ECM is enclosed with double brackets.}
- k συνεπεθεντο ¦ συνεθεντο TR
- l δε ¦ τε CT
- m κριτην ¦ κριτην δικαιον PCK
- n ευθυμοτερον ¦ ευθυμως CT
- o γνωναι ¦ επιγνωναι CT
- p δεκαδυο ¦ η δεκαδυο TR ¦ δωδεκα CT
- q εν 𝔐31 ¦ εις 𝔐14 ANT CT
- r επισυστασιν ¦ επιστασιν CT
- s ουτε ¦ ουδε ECM† NA SBL TH WH
- t με ¦ — ANT CT PCK SCR
- u δυνανται 𝔐26 ¦ νυν δυνανται 𝔐19 ¦ δυνανται σοι CT
- v νυν ¦ νυνι CT
- w προφηταις 78.4% ¦ εν τοις προφηταις ANT CT 20.4%
- x νεκρων 91.6% ¦ — CT 6.6%
- y δε ¦ δε και ANT ¦ και CT
- z εχων ¦ εχειν ANT CT TR
- aa προς 𝔐29 ¦ προς τε 𝔐16 PCK
- bb παρεγενομην ελεημοσυνας ποιησων εις το εθνος μου ¦ ελεημοσυνας ποιησων εις το εθνος μου παρεγενομην CT
- cc οις ¦ αις CT
- dd τινες ¦ τινες δε CT ST
- ee δει ¦ εδει ANT CT PCK SCR
- ff με ¦ εμε CT
- gg τί ¦ εἴ τι TR
- hh εν εμοι ¦ — CT
- ii εκραξα ¦ εκεκραξα CT
- jj εστως εν αυτοις ¦ εν αυτοις εστως CT
- kk υφ ¦ εφ CT
- ll ακουσας δε ταυτα ο φηλιξ ανεβαλετο αυτους 80.7% ¦ ακουσας δε ταυτα ο φηλιξ ανεβαλλετο αυτους MSS 6.6% ¦ ανεβαλετο δε αυτους ο φηλιξ CT 4.1%
- mm ειπων ¦ ειπας CT
- nn τε ¦ — CT
- oo τον παυλον ¦ αυτον CT
- pp η προσερχεσθαι ¦ — CT
- qq γυναικι ¦ γυναικι αυτου ANT ECM† TR ¦ ιδια γυναικι ECM† NA SBL TH WH
- rr χριστον 𝔐26 ¦ χριστον ιησουν 𝔐18 CT PCK
- ss εσεσθαι ¦ — CT
- tt μεταλαβων 𝔐18 ¦ λαβων 𝔐7
- uu και ¦ δε και ANT TR
- vv οπως λυση αυτον ¦ — CT
- ww αυτον ¦ — PCK
- xx τε 𝔐28 ¦ δε 𝔐17 ANT ECM† PCK
- yy χαριτας ¦ χαριν ANT ¦ χαριτα CT
Languages