5 Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτούς, ὅτι [f]Ἰησοῦς Χριστὸς ἐν ὑμῖν [g]ἐστιν; Εἰ μήτι ἀδόκιμοί ἐστε. 6 Ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. 7 [h]Εὔχομαι δὲ πρὸς τὸν Θεόν, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ᾽ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. 8 Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, [i]ἀλλ᾽ ὑπὲρ τῆς ἀληθείας. 9 Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· τοῦτο [j]δὲ καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. 10 Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι, κατὰ τὴν ἐξουσίαν ἣν [k]ἔδωκέ μοι ὁ Κύριος εἰς οἰκοδομήν, καὶ οὐκ εἰς καθαίρεσιν.
11 Λοιπόν, ἀδελφοί, χαίρετε· καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε· καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ §ειρηνης 𝔐pt ¦ της ειρηνης 𝔐pt PCKεἰρήνης ἔσται μεθ᾽ ὑμῶν. 12 Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. 13 Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.
14 Ἡ χάρις τοῦ [m]Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν.
- a τριτον 𝔐pt ¦ ιδου τριτον 𝔐pt
- b γραφω ¦ — CT
- c ει ¦ — CT
- d ημεις ¦ και ημεις SCR
- e ζησομεθα ¦ ζησομεν CT
- f ιησους χριστος ¦ χριστος ιησους TH
- g εστιν ¦ — CT
- h ευχομαι ¦ ευχομεθα CT
- i αλλ ¦ αλλα SBL TH WH
- j δε ¦ — CT
- k εδωκε μοι ο κυριος ¦ ο κυριος εδωκε μοι CT
- l ειρηνης 𝔐pt ¦ της ειρηνης 𝔐pt PCK
- m κυριου ¦ κυριου ημων PCK
- n αμην ¦ — CT
- o The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Κορινθίους δευτέρα ἐγράφη ἀπὸ Φιλίππων τῆς Μακεδονίας διὰ Τίτου καὶ Λουκᾶ.
Languages