14 Ἰδού, §τριτον 𝔐pt ¦ τριτον τουτο 𝔐pt CTτρίτον ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω [q]ὑμῶν· οὐ γὰρ ζητῶ τὰ ὑμῶν, [r]ἀλλὰ ὑμᾶς· οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσι θησαυρίζειν, [s]ἀλλ᾽ οἱ γονεῖς τοῖς τέκνοις. 15 Ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν, εἰ [t]καὶ περισσοτέρως ὑμᾶς [u]ἀγαπῶν, [v]ἧττον ἀγαπῶμαι. 16 Ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· [w]ἀλλ᾽ ὑπάρχων πανοῦργος, δόλῳ ὑμᾶς ἔλαβον. 17 Μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι᾽ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; 18 Παρεκάλεσα Τίτον, καὶ συναπέστειλα τὸν ἀδελφόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; Οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; Οὐ τοῖς αὐτοῖς ἴχνεσι;
19 [x]Πάλιν δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; [y]Κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν· τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς. 20 Φοβοῦμαι γάρ, μήπως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε· μήπως †ερεις 𝔐pt ¦ ερις 𝔐pt NA PCK SBL WHἔρεις, [aa]ζῆλοι, θυμοί, [bb]ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι· 21 μὴ πάλιν *ελθοντα με ταπεινωσει 𝔐214 47.2% ¦ ελθοντα με ταπεινωση 𝔐157 ANT PCK TR 46.2% ¦ ελθοντος μου ταπεινωσει με TH 1.8% ¦ ελθοντος μου ταπεινωση με NA SBL WH 0.3%ἐλθόντα με ταπεινώσει ὁ Θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.
<- ΠΑΥΛΟΥ Η ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΕΠΙΣΤΟΛΗ ΔΕΥΤΕΡΑ 11ΠΑΥΛΟΥ Η ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΕΠΙΣΤΟΛΗ ΔΕΥΤΕΡΑ 13 ->- a δη 𝔐pt ¦ δει 𝔐pt CT
- b συμφερει μοι 95.4% ¦ συμφερον μεν CT 2.3%
- c γαρ ¦ δε CT
- d εκτος ¦ χωρις NA SBL WH
- e μου ¦ — CT
- f τι ¦ — WH
- g ινα ¦ διο ινα CT
- h σαταν ¦ σατανα CT
- i μου ¦ — CT
- j τελειουται ¦ τελειται CT
- k μου ¦ — WH
- l εν ¦ και CT
- m καυχωμενος 82.7% ¦ καυχομενος MSS 5.4% ¦ — CT 10.2%
- n εν σημειοις 91.2% ¦ σημειοις τε NA SBL WH 4.5% ¦ σημειοις TH 2.3%
- o ηττηθητε ¦ ησσωθητε CT
- p τριτον 𝔐pt ¦ τριτον τουτο 𝔐pt CT
- q υμων ¦ — CT
- r αλλα ¦ αλλ NA PCK TR
- s αλλ ¦ αλλα SBL TH WH
- t και ¦ — CT
- u αγαπων ¦ αγαπω WH
- v ηττον ¦ ησσον CT
- w αλλ ¦ αλλα SBL TH WH
- x παλιν 92.2% ¦ παλαι CT 3.3%
- y κατενωπιον του ¦ κατεναντι CT
- z ερεις 𝔐pt ¦ ερις 𝔐pt NA PCK SBL WH
- aa ζηλοι ¦ ζηλος CT
- bb εριθειαι ¦ εριθιαι WH
- cc ελθοντα με ταπεινωσει 𝔐214 47.2% ¦ ελθοντα με ταπεινωση 𝔐157 ANT PCK TR 46.2% ¦ ελθοντος μου ταπεινωσει με TH 1.8% ¦ ελθοντος μου ταπεινωση με NA SBL WH 0.3%
Languages