9 Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ‡αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἐν πνεύματι, εἴπερ πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. 10 Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν [d]διὰ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. 11 Εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος [e]Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας [f]τὸν Χριστὸν ἐκ νεκρῶν ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ [g]τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ὑμῖν.
12 Ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμέν, οὐ τῇ σαρκί, τοῦ κατὰ σάρκα ζῇν· 13 εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. 14 Ὅσοι γὰρ πνεύματι Θεοῦ ἄγονται, οὗτοί [h]εἰσιν υἱοὶ Θεοῦ. 15 Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, *αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββᾶ, ὁ πατήρ. 16 Αὐτὸ τὸ πνεῦμα [j]συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ· 17 εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν Θεοῦ, [k]συγκληρονόμοι δὲ Χριστοῦ· εἴπερ [l]συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.
26 Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται [q]ταῖς ἀσθενείαις ἡμῶν· τὸ γὰρ τί [r]προσευξόμεθα καθὸ δεῖ, οὐκ οἴδαμεν, ‡αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει [t]ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις· 27 ὁ δὲ [u]ἐρευνῶν τὰς καρδίας οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων. 28 Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα [v]συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. 29 Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· 30 οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε· καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε.
- a μη κατα σαρκα περιπατουσιν αλλα κατα πνευμα 91.9% ¦ — CT 2.5%
- b με ¦ σε NA SBL WH
- c αλλ ¦ αλλα NA27 SBL TH WH
- d δια ¦ δι ANT PCK TR
- e ιησουν ¦ τον ιησουν CT
- f τον χριστον εκ νεκρων 85.3% ¦ χριστον εκ νεκρων NA TH 2.3% ¦ εκ νεκρων χριστον ιησουν SBL WH 2%
- g το ενοικουν αυτου πνευμα 77% ¦ του ενοικουντος αυτου πνευματος NA SCR WH 16.4%
- h εισιν υιοι θεου ¦ υιοι θεου εισιν NA TH WH ¦ υιοι εισι θεου SBL
- i αλλ ¦ αλλα NA27 SBL TH WH
- j συμμαρτυρει ¦ συνμαρτυρει TH WH
- k συγκληρονομοι ¦ συνκληρονομοι TH WH
- l συμπασχομεν ¦ συνπασχομεν TH WH
- m επ ¦ εφ CT
- n συστεναζει ¦ συνστεναζει WH
- o και ημεις 89.2% ¦ ημεις και CT 2.8%
- p τις τί καὶ ¦ τίς τί καὶ TH ¦ τίς NA SBL WH
- q ταις ασθενειαις 91.3% ¦ τη ασθενεια CT 4.9%
- r προσευξομεθα ¦ προσευξωμεθα CT TR
- s αλλ ¦ αλλα NA27 SBL TH WH
- t υπερ ημων ¦ — CT
- u ερευνων ¦ εραυνων CT
- v συνεργει ¦ συνεργει ο θεος WH
- w αλλ ¦ αλλα NA27 SBL TH WH
- x κατακρίνων ¦ κατακρινῶν NA SBL WH
- y χριστος ¦ χριστος ιησους NA WH
- z και εγερθεις 83.8% ¦ εγερθεις NA SBL TH 9.5% ¦ εγερθεις εκ νεκρων WH 2.8%
- aa και ¦ — WH
- bb ενεκεν ¦ ενεκα ANT PCK TR
- cc δυναμεις ουτε ενεστωτα ουτε μελλοντα ¦ ενεστωτα ουτε μελλοντα ουτε δυναμεις CT