4 Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, ἵνα καρποφορήσωμεν τῷ Θεῷ. 5 Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ. 6 Νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, [a]ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος.
13 Τὸ οὖν ἀγαθὸν ἐμοὶ [c]γέγονε θάνατος; Μὴ γένοιτο. §αλλα ¦ αλλ NA28Ἀλλὰ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον—ἵνα γένηται καθ᾽ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. 14 Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ [e]σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. 15 Ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω· ἀλλ᾽ ὃ [f]μισῶ, τοῦτο ποιῶ. 16 Εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, [g]σύμφημι τῷ νόμῳ ὅτι καλός. 17 Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, §αλλ ¦ αλλα NA27 SBL WHἀλλ᾽ ἡ [i]οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. 18 Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτ᾽ ἔστιν ἐν τῇ σαρκί μου, ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν [j]οὐχ εὑρίσκω. 19 Οὐ γὰρ ὃ θέλω, ποιῶ ἀγαθόν· ‡αλλ ¦ αλλα NA27 SBL WHἀλλ᾽ ὃ οὐ θέλω κακόν, τοῦτο πράσσω. 20 Εἰ δὲ ὃ οὐ θέλω [l]ἐγώ, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, *αλλ ¦ αλλα NA27 SBL WHἀλλ᾽ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.
21 Εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλόν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται. 22 Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· 23 βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με †τω ¦ εν τω 𝔐pt ANT CT HF τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. 24 Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; 25 [o]Εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας.
<- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8 ->- a αποθανοντες ¦ αποθανοντος SCR
- b δι ¦ δια ANT
- c γεγονε ¦ εγενετο CT
- d αλλα ¦ αλλ NA28
- e σαρκικος ¦ σαρκινος CT
- f μισω ¦ μεισω TH
- g συμφημι ¦ συνφημι WH
- h αλλ ¦ αλλα NA27 SBL WH
- i οικουσα ¦ ενοικουσα WH
- j ουχ ευρισκω 91.8% ¦ ου CT 2.3%
- k αλλ ¦ αλλα NA27 SBL WH
- l εγω ¦ — SBL TH WH
- m αλλ ¦ αλλα NA27 SBL WH
- n τω ¦ εν τω 𝔐pt ANT CT HF
- o ευχαριστω ¦ χαρις δε NA WH ¦ χαρις SBL