Link to home pageLanguagesLink to all Bible versions on this site
15
1 Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. 2 *εκαστος ¦ εκαστος γαρ TRἝκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν. 3 Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλά, καθὼς γέγραπται, Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε επεπεσον ¦ επεπεσαν CTἐπέπεσον ἐπ᾽ ἐμέ. 4 Ὅσα γὰρ προεγράφη, εις 91.6% ¦ παντα εις WH 1.9%εἰς τὴν ἡμετέραν διδασκαλίαν §προεγραφη ¦ εγραφη CTπροεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ *δια ¦ — ANT PCK TRδιὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν. 5 Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν· 6 ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

7 Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο υμας ¦ ημας BYZ PCK TR WHὑμᾶς, εἰς δόξαν θεου ¦ του θεου CTΘεοῦ. 8 Λέγω §δε ¦ γαρ CTδέ, *χριστον ιησουν ¦ ιησουν χριστον TR ¦ χριστον CTΧριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων· 9 τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν, καθὼς γέγραπται,

 
Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν εθνεσι ¦ εθνεσι κυριε ANT PCKἔθνεσι,
καὶ τῷ ὀνόματί σου ψαλῶ.
 
10 Καὶ πάλιν λέγει,
 
Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ.
 
11 Καὶ πάλιν,
 
Αἰνεῖτε τον κυριον παντα τα εθνη ¦ παντα τα εθνη τον κυριον CTτὸν Κύριον πάντα τὰ ἔθνη,
καὶ §επαινεσατε ¦ επαινεσατωσαν CTἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
 
12 Καὶ πάλιν Ἠσαΐας λέγει,
 
Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί,
καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν·
ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν.
 
13 Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι, ἐν δυνάμει Πνεύματος Ἁγίου.

14 Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης *γνωσεως ¦ της γνωσεως NA TH WHγνώσεως, δυνάμενοι καὶ αλλους ¦ αλληλους ANT CT TRἄλλους νουθετεῖν. 15 τολμηροτερον ¦ τολμηροτερως WHΤολμηρότερον δὲ ἔγραψα ὑμῖν, §αδελφοι 91.6% ¦ — CT 2.9%ἀδελφοί, ἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι *υπο ¦ απο WHὑπὸ τοῦ Θεοῦ, 16 εἰς τὸ εἶναί με λειτουργὸν ιησου χριστου ¦ χριστου ιησου CTἸησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι Ἁγίῳ. 17 Ἔχω οὖν καυχησιν ¦ την καυχησιν NA SBL WHκαύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς §τον ¦ — TRτὸν Θεόν. 18 Οὐ γὰρ τολμήσω *λαλειν τι ¦ τι λαλειν CTλαλεῖν τι ὧν οὐ κατειργάσατο Χριστὸς δι᾽ ἐμοῦ, εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, 19 ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει πνεύματος θεου ¦ αγιου WH ¦ — SBLΘεοῦ· ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· 20 οὕτω δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπ᾽ ἀλλότριον θεμέλιον οἰκοδομῶ· 21 ἀλλά, καθὼς γέγραπται,

 
οις ουκ ανηγγελη περι αυτου οψονται ¦ οψονται οις ουκ ανηγγελη περι αυτου WHΟἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται·
καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι.
 
22 Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς· 23 νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, §επιποθιαν ¦ επιποθειαν WHἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ *πολλων ¦ ικανων SBL WHπολλῶν ἐτῶν, 24 ὡς εαν ¦ αν CTἐὰν πορεύωμαι εἰς τὴν Σπανίαν, ελευσομαι προς υμας 65.3% ¦ — CT 3.5%ἐλεύσομαι πρὸς ὑμᾶς· ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς, καὶ ὑφ᾽ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. 25 Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλήμ, διακονῶν τοῖς ἁγίοις. 26 §ευδοκησαν ¦ ηυδοκησαν WHΕὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ. 27 *ευδοκησαν ¦ ηυδοκησαν WHΕὐδόκησαν γάρ, καὶ ὀφειλέται αυτων εισιν ¦ εισιν αυτων CTαὐτῶν εἰσιν. Εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. 28 Τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι δι᾽ ὑμῶν εἰς την ¦ — CTτὴν Σπανίαν. 29 Οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας §του ευαγγελιου του 90.9% ¦ — CT 3.6%τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι.

30 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν· 31 ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ, καὶ *ινα ¦ — CTἵνα ἡ διακονία μου ἡ εἰς Ἱερουσαλὴμ εὐπρόσδεκτος γενηται τοις αγιοις ¦ τοις αγιοις γενηται CTγένηται τοῖς ἁγίοις· 32 ἵνα ἐν χαρᾷ ελθω … και συναναπαυσωμαι ¦ ελθων … συναναπαυσωμαι NA SBL WHἔλθω πρὸς ὑμᾶς διὰ θελήματος Θεοῦ, καὶ συναναπαύσωμαι ὑμῖν. 33 Ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν. Ἀμήν.

<- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16 ->