Link to home pageLanguagesLink to all Bible versions on this site

1 Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις [a]ἡ πρὸς τὸν Θεὸν ὑπὲρ [b]τοῦ Ἰσραήλ [c]ἐστιν εἰς σωτηρίαν. 2 Μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν. 3 Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν [d]δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. 4 Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.

Salvation for All Who Believe
5 [e]Μωϋσῆς γὰρ γράφει [f]τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσας [g]αὐτὰ ἄνθρωπος ζήσεται ἐν [h]αὐτοῖς. 6 Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει, Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;—τοῦτ᾽ ἔστι Χριστὸν καταγαγεῖν— 7 ἤ, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον;—τοῦτ᾽ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. 8 Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ᾽ ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν· 9 ὅτι ἐὰν ὁμολογήσῃς [i]ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· 10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. 11 Λέγει γὰρ ἡ γραφή, Πᾶς ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται. 12 Οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν. 13 Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.

14 Πῶς οὖν [j]ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ [k]πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; Πῶς δὲ [l]ἀκούσουσι χωρὶς κηρύσσοντος; 15 Πῶς δὲ [m]κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσι; [n]Καθὼς γέγραπται, Ὡς ὡραῖοι οἱ πόδες [o]τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων [p]τὰ ἀγαθά. 16 Ἀλλ᾽ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ. Ἠσαΐας γὰρ λέγει, Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; 17 Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος [q]Θεοῦ.

18 Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; Μενοῦνγε·

 
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,
καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
 
19 Ἀλλὰ λέγω, μὴ [r]οὐκ ἔγνω Ἰσραήλ; Πρῶτος [s]Μωϋσῆς λέγει,
 
Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾽ οὐκ ἔθνει,
[t]ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.
 
20 Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει,
 
Εὑρέθην [u]τοῖς ἐμὲ μὴ ζητοῦσιν,
ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι.
 
21 Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει, Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.

<- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 11 ->