ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ
15 Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι᾽ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν· 16 οἱ μὲν ἐξ [k]ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλίψιν [l]ἐπιφέρειν τοῖς δεσμοῖς μου· 17 οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι. 18 Τί γάρ; [m]Πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται· καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι. 19 Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ, 20 κατὰ τὴν [n]ἀποκαραδοκίαν καὶ ἐλπίδα μου, ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ᾽ ἐν πάσῃ παρρησίᾳ, ὡς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου. 21 Ἐμοὶ γὰρ τὸ ζῇν, Χριστός· καὶ τὸ ἀποθανεῖν, κέρδος. 22 Εἰ δὲ τὸ ζῇν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου· καὶ τί αἱρήσομαι οὐ γνωρίζω. 23 Συνέχομαι [o]δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, [p]πολλῷ μᾶλλον κρεῖσσον· 24 τὸ δὲ ἐπιμένειν [q]ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι᾽ ὑμᾶς. 25 Καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ, καὶ [r]συμπαραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως, 26 ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοί, διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.
27 Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε ἀπών, [s]ἀκούσω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου, 28 καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων· ἥτις [t]αὐτοῖς μέν ἐστιν ἔνδειξις ἀπωλείας, [u]ὑμῖν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ Θεοῦ· 29 ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν· 30 τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον [v]εἴδετε ἐν ἐμοί, καὶ νῦν ἀκούετε ἐν ἐμοί.
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2 ->- a ιησου χριστου ¦ χριστου ιησου CT
- b πρωτης ¦ της πρωτης CT
- c χριστου ιησου ¦ ιησου χριστου ANT PCK TR WH
- d εν ¦ — TR
- e συγκοινωνους ¦ συνκοινωνους TH WH
- f εστιν ¦ — CT
- g ιησου χριστου ¦ χριστου ιησου CT
- h καρπων δικαιοσυνης των 63.8% ¦ καρπον δικαιοσυνης τον CT 26.5% ¦ καρπον δικαιοσυνης των MSS 5.8%
- i γινωσκειν ¦ γεινωσκειν TH
- j λογον 72.9% ¦ λογον του θεου WH 16.3%
- k εριθειας τον χριστον καταγγελλουσιν ουχ αγνως οιομενοι … τοις δεσμοις μου οι δε εξ αγαπης ειδοτες οτι εις απολογιαν του ευαγγελιου κειμαι 85.1% ¦ αγαπης ειδοτες οτι εις απολογιαν του ευαγγελιου κειμαι οι δε εξ εριθειας (εριθιας WH 1%) τον χριστον καταγγελλουσιν ουχ αγνως οιομενοι … τοις δεσμοις μου NA SBL TH 8.4%
- l επιφερειν 90.9% ¦ εγειρειν CT 4.3%
- m πλην ¦ πλην οτι CT
- n αποκαραδοκιαν ¦ καραδοκιαν PCK
- o δε ¦ γαρ TR
- p πολλω ¦ πολλω γαρ ANT CT
- q εν ¦ — TH WH
- r συμπαραμενω ¦ παραμενω CT
- s ακουσω ¦ ακουω NA SBL WH
- t αυτοις μεν εστιν 82.2% ¦ εστιν αυτοις μεν MSS 9.2% ¦ εστιν αυτοις CT 6.8%
- u υμιν ¦ υμων CT
- v ειδετε ¦ ιδετε ST