8
The Feeding of the Four Thousand
1 Ἐν ἐκείναις ταῖς ἡμέραις,
[a]παμπόλλου ὄχλου ὄντος, καὶ μὴ ἐχόντων τί φάγωσι, προσκαλεσάμενος
[b]ὁ Ἰησοῦς τοὺς μαθητὰς
‡αὐτοῦ λέγει αὐτοῖς,
2 Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη §ἡμέραι τρεῖς προσμένουσί μοι, καὶ οὐκ ἔχουσι τί φάγωσι· 3 καὶ ἐὰν ἀπολύσω αὐτοὺς [e]νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· [f]τινὲς γὰρ αὐτῶν [g]μακρόθεν [h]ἥκουσι. 4 Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ
[i]αὐτοῦ, Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾽ ἐρημίας;
5 Καὶ
[j]ἐπηρώτα αὐτούς,
Πόσους ἔχετε ἄρτους; Οἱ δὲ
[k]εἶπον, Ἑπτά.
6 Καὶ
[l]παρήγγειλε τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους,
[m]εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα
[n]παραθῶσι· καὶ παρέθηκαν τῷ ὄχλῳ.
7 Καὶ
[o]εἶχον ἰχθύδια ὀλίγα· καὶ
[p]εὐλογήσας εἶπε
*παραθεῖναι καὶ αὐτά.
8 [r]Ἔφαγον δέ, καὶ ἐχορτάσθησαν· καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ
[s]σπυρίδας.
9 Ἦσαν δὲ
[t]οἱ φαγόντες ὡς
[u]τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς.
10 Καὶ
[v]εὐθέως ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ, ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.
The Pharisees Ask For a Sign
11 Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι, καὶ ἤρξαντο
[w]συζητεῖν αὐτῷ, ζητοῦντες παρ᾽ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν.
12 Καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει,
Τί ἡ γενεὰ αὕτη [x]σημεῖον ἐπιζητεῖ; Ἀμὴν λέγω [y]ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. 13 Καὶ ἀφεὶς αὐτούς,
[z]ἐμβὰς πάλιν
‡εἰς πλοῖον, ἀπῆλθεν
[bb]εἰς τὸ πέραν.
The Leaven of the Pharisees and Herod
14 Καὶ
[cc]ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾽ ἑαυτῶν ἐν τῷ πλοίῳ.
15 Καὶ διεστέλλετο αὐτοῖς, λέγων,
Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. 16 Καὶ διελογίζοντο πρὸς ἀλλήλους,
[dd]λέγοντες ὅτι Ἄρτους οὐκ ἔχομεν.
17 Καὶ γνοὺς
‡ὁ Ἰησοῦς λέγει αὐτοῖς,
Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; Οὔπω νοεῖτε, οὐδὲ συνίετε; [ff]Ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; 18 Ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε; Καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; Καὶ οὐ μνημονεύετε; 19 Ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς [gg]πεντακισχιλίους, [hh]πόσους κοφίνους [ii]πλήρεις κλασμάτων ἤρατε; Λέγουσιν αὐτῷ, Δώδεκα.
20 Ὅτε §δὲ τοὺς ἑπτὰ εἰς τοὺς [kk]τετρακισχιλίους, πόσων [ll]σπυρίδων πληρώματα κλασμάτων ἤρατε; ‡Οἱ δὲ εἶπον, Ἑπτά.
21 Καὶ
[nn]ἔλεγεν αὐτοῖς,
[oo]Πῶς οὐ συνίετε; Jesus Heals a Blind Man at Bethsaida
22 Καὶ
[pp]ἔρχεται εἰς
[qq]Βηθσαϊδάν. Καὶ φέρουσιν αὐτῷ τυφλόν, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.
23 Καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ,
[rr]ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης· καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτὸν εἴ τι
[ss]βλέπει.
24 Καὶ ἀναβλέψας ἔλεγε, Βλέπω τοὺς ἀνθρώπους,
[tt]ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας.
25 Εἶτα πάλιν
[uu]ἐπέθηκε τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ
[vv]ἐποίησεν αὐτὸν ἀναβλέψαι. Καὶ
[ww]ἀποκατεστάθη, καὶ
†ἐνέβλεψε τηλαυγῶς
[yy]ἅπαντας.
26 Καὶ ἀπέστειλεν αὐτὸν εἰς
§τὸν οἶκον αὐτοῦ, λέγων,
Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς, []μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ. Peter Declares That Jesus Is the Christ
27 Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας
[]Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων αὐτοῖς,
Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; 28 Οἱ δὲ
‡ἀπεκρίθησαν,
[]Ἰωάννην τὸν βαπτιστήν· καὶ ἄλλοι
[]Ἠλίαν· ἄλλοι δὲ
[]ἕνα τῶν προφητῶν.
29 Καὶ αὐτὸς
‡λέγει αὐτοῖς,
Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ἀποκριθεὶς
[]δὲ ὁ Πέτρος λέγει αὐτῷ, Σὺ εἶ ὁ Χριστός.
30 Καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ.
Jesus Predicts His Death and Resurrection
31 Καὶ ἤρξατο διδάσκειν αὐτούς, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι
[]ἀπὸ τῶν πρεσβυτέρων καὶ
[]τῶν ἀρχιερέων καὶ
[]τῶν γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·
32 καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. Καὶ προσλαβόμενος
[]αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾷν αὐτῷ.
33 Ὁ δὲ ἐπιστραφείς, καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ, ἐπετίμησε
[]τῷ Πέτρῳ,
[]λέγων,
Ὕπαγε ὀπίσω μου, Σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ, εἶπεν αὐτοῖς, ‡Ὅστις θέλει ὀπίσω μου []ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. 35 Ὃς γὰρ []ἂν θέλῃ τὴν []ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν []ἀπολέσῃ τὴν []ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, []οὗτος σώσει αὐτήν. 36 Τί γὰρ †ὠφελήσει []ἄνθρωπον, []ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; 37 []Ἢ τί []δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38 Ὃς γὰρ ‡ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.
<- ΚΑΤΑ ΜΑΡΚΟΝ 7ΚΑΤΑ ΜΑΡΚΟΝ 9 ->
- a παμπολλου 95.5% ¦ παλιν πολλου ANT CT 3.4%
- b ο ιησους ¦ — CT
- c αυτου ¦ — ECM† NA SBL TH WH
- d ημεραι ¦ ημερας 𝔐pt PCK TR
- e νηστεις ¦ νηστις PCK
- f τινες γαρ ¦ και τινες CT
- g μακροθεν ¦ απο μακροθεν ANT CT
- h ηκουσι ¦ ηκασι ANT ECM NA SBL TH TR ¦ εισι WH
- i αυτου ¦ αυτου οτι CT
- j επηρωτα ¦ ηρωτα CT
- k ειπον ¦ ειπαν CT
- l παρηγγειλε ¦ παραγγελλει CT
- m ευχαριστησας ¦ και ευχαριστησας PCK
- n παραθωσι ¦ παρατιθωσι ANT CT
- o ειχον ¦ ειχαν TH WH
- p ευλογησας 79.6% ¦ ταυτα ευλογησας MSS 9.2% ¦ αυτα ευλογησας ANT 7.7% ¦ ευλογησας αυτα CT 2.2%
- q παραθειναι και αυτα ¦ παραθηναι και αυτα 𝔐pt ¦ παρατιθεναι και αυτα ANT ¦ και ταυτα παρατιθεναι CT
- r εφαγον δε ¦ και εφαγον CT
- s σπυριδας ¦ σφυριδας WH
- t οι φαγοντες ¦ — ANT CT
- u τετρακισχιλιοι ¦ τετρακισχειλιοι TH
- v ευθεως εμβας ¦ εμβας ευθυς ANT ¦ ευθυς εμβας CT
- w συζητειν ¦ συνζητειν TH WH
- x σημειον επιζητει ¦ ζητει σημειον CT
- y υμιν 99.5% ¦ — WH 0.3%
- z εμβας παλιν ¦ παλιν εμβας CT ¦ — ANT
- aa εις πλοιον 61.9% ¦ εις το πλοιον 𝔐pt ANT TH TR 37.4% ¦ — ECM NA SBL WH 0.4%
- bb εις το περαν ¦ παλιν ANT
- cc επελαθοντο ¦ επελαθοντο οι μαθηται αυτου PCK ¦ επελαθοντο οι μαθηται SCR
- dd λεγοντες οτι αρτους ουκ εχομεν ¦ οτι αρτους ουκ εχουσι CT
- ee ο ιησους 98.2% ¦ — ECM† NA SBL TH WH 0.4%
- ff ετι ¦ — CT
- gg πεντακισχιλιους ¦ πεντακισχειλιους TH
- hh ποσους ¦ και ποσους ANT
- ii πληρεις κλασματων ¦ κλασματων πληρεις ANT CT
- jj δε 95.7% ¦ και ECM† SBL 0.4% ¦ — ECM† NA WH 1.3%
- kk τετρακισχιλιους ¦ τετρακισχειλιους TH
- ll σπυριδων ¦ σφυριδων WH
- mm οι δε ειπον (ειπαν TH) 98.2% ¦ και λεγουσιν αυτω ECM† NA SBL WH 1.1%
- nn ελεγεν ¦ λεγει PCK
- oo πως ου ¦ πως ουπω PCK TH ¦ ουπω ANT ECM NA SBL WH
- pp ερχεται ¦ ερχονται CT
- qq βηθσαιδαν 72.9% ¦ βηθσαιδα ANT SCR 25.3%
- rr εξηγαγεν 98.1% ¦ εξηνεγκεν CT 1%
- ss βλεπει 98.2% ¦ βλεπεις CT 0.7%
- tt οτι ως δενδρα ορω ¦ ως δενδρα ANT SCR
- uu επεθηκε 98.6% ¦ εθηκε WH 0.4%
- vv εποιησεν αυτον αναβλεψαι ¦ διεβλεψε CT
- ww αποκατεσταθη ¦ απεκατεστη CT
- xx ενεβλεψε ¦ ανεβλεψε 𝔐pt HF ¦ ενεβλεπε CT
- yy απαντας ¦ απαντα CT
- zz τον ¦ — 𝔐pt CT
- μηδε ειπης τινι εν τη κωμη 93.6% ¦ — ECM NA SBL WH 0.6%
- καισαρειας ¦ καισαριας WH
- απεκριθησαν ¦ ειπαν αυτω λεγοντες οτι ECM† NA SBL WH ¦ ειπαν αυτω λεγοντες ECM† TH
- ιωαννην ¦ ιωανην WH
- ηλιαν ¦ ηλειαν WH
- ενα ¦ οτι εις CT
- λεγει αυτοις ¦ επηρωτα αυτους ECM† NA SBL TH WH
- δε ¦ — CT
- απο ¦ υπο CT
- των ¦ — TR
- των ¦ — TR
- αυτον ο πετρος ¦ ο πετρος αυτον ECM NA SBL WH
- τω ¦ — CT
- λεγων ¦ και λεγει CT
- οστις ¦ ει τις ECM† NA SBL TH WH
- ακολουθειν ¦ ελθειν SBL TR WH
- αν ¦ εαν CT
- ψυχην αυτου 99.6% ¦ εαυτου ψυχην WH 0.3%
- απολεση ¦ απολεσει NA SBL TH WH
- ἑαυτοῦ ψυχὴν ¦ ψυχὴν αὐτοῦ CT PCK TR
- ουτος ¦ — CT
- ωφελησει ¦ ωφελει ECM† NA SBL TH WH
- ανθρωπον ¦ τον ανθρωπον TH
- εαν κερδηση τον κοσμον ολον και ζημιωθη ¦ κερδησαι τον κοσμον ολον και ζημιωθηναι CT
- η τι ¦ τι γαρ CT
- δωσει ¦ δοι CT
- εαν ¦ αν 𝔐pt TR