9 Καὶ ἔλεγεν αὐτοῖς, Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν [q]τηρήσητε. 10 [r]Μωσῆς γὰρ εἶπε, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· 11 ὑμεῖς δὲ λέγετε, Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, Κορβᾶν, ὅ ἐστι, δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς· 12 [s]καὶ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ [t]αὐτοῦ ἢ τῇ μητρὶ [u]αὐτοῦ, 13 ἀκυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
14 Καὶ προσκαλεσάμενος [v]πάντα τὸν ὄχλον, ἔλεγεν αὐτοῖς, [w]Ἀκούετέ μου πάντες, καὶ [x]συνίετε. 15 Οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτόν, ὃ δύναται [y]αὐτὸν κοινῶσαι· ἀλλὰ τὰ [z]ἐκπορευόμενα ἀπ᾽ αὐτοῦ, ἐκεῖνά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. 16 [aa]Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.
17 Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ [bb]περὶ τῆς παραβολῆς. 18 Καὶ λέγει αὐτοῖς, Οὕτω καὶ ὑμεῖς ἀσύνετοί ἐστε; [cc]Οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, 19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ᾽ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, [dd]καθαρίζον πάντα τὰ βρώματα. 20 Ἔλεγε δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον. 21 Ἔσωθεν γάρ, ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, [ee]μοιχεῖαι, πορνεῖαι, φόνοι, 22 κλοπαί, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· 23 πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται, καὶ κοινοῖ τὸν ἄνθρωπον.
- a κοιναις … εσθιοντας ¦ οτι κοιναις … εσθιουσι CT
- b αρτους ¦ τους αρτους CT
- c εμεμψαντο ¦ — CT
- d απο ¦ απ CT
- e βαπτισωνται 78.4% ¦ βαπτισονται MSS 15.6% ¦ ραντισωνται WH 3.4%
- f χαλκιων (χαλκειων PCK) και κλινων 98.6% ¦ χαλκιων TH WH 0.6%
- g επειτα ¦ και CT
- h οι μαθηται σου ου περιπατουσι ¦ ου περιπατουσιν οι μαθηται σου ANT CT
- i αλλα ¦ αλλ ANT
- j ανιπτοις ¦ κοιναις CT
- k αποκριθεις ¦ — CT
- l οτι ¦ — CT
- m προεφητευσεν ¦ επροφητευσεν CT
- n γεγραπται ¦ γεγραπται οτι NA SBL TH WH
- o γαρ ¦ — CT
- p βαπτισμους ξεστων και ποτηριων και αλλα παρομοια τοιαυτα πολλα ποιειτε 74.8% ¦ βαπτισμους ξεστων και ποτηριων και αλλα παρομοια τοιαυτα ποιειτε πολλα MSS 5.3% ¦ — CT 1.7%
- q τηρησητε 97.6% ¦ στησητε NA 0.7%
- r μωσης ¦ μωυσης ANT CT
- s και ¦ — NA SBL TH WH
- t αυτου ¦ — CT
- u αυτου ¦ — CT
- v παντα ¦ παλιν CT
- w ακουετε ¦ ακουσατε CT
- x συνιετε ¦ συνετε CT
- y αυτον κοινωσαι ¦ κοινωσαι αυτον CT
- z εκπορευομενα απ αυτου εκεινα ¦ εκπορευομενα ANT ¦ εκ του ανθρωπου εκπορευομενα CT
- aa ει τις εχει ωτα ακουειν ακουετω 97.6% ¦ — ANT NA SBL TH WH 1.1% {Note: ECM encloses this text with double brackets.}
- bb περι της παραβολης ¦ την παραβολην CT
- cc ου ¦ ουπω ANT
- dd καθαριζον ¦ καθαριζων CT
- ee μοιχειαι πορνειαι φονοι κλοπαι ¦ πορνειαι κλοπαι φονοι μοιχειαι CT
- ff και εκειθεν ¦ εκειθεν δε CT
- gg μεθορια ¦ ορια CT
- hh και σιδωνος ¦ — ECM† NA SBL
- ii οικιαν ¦ την οικιαν TR
- jj ηδυνηθη ¦ ηδυνασθη WH
- kk ακουσασα γαρ ¦ αλλ ευθυς ακουσασα CT
- ll ην δε η γυνη ¦ η δε γυνη ην ANT ECM NA SBL WH ¦ η γυνη δε ην TH
- mm συραφοινικισσα ¦ συροφοινισσα TR ¦ συροφοινικισσα ANT CT
- nn εκβαλη ¦ εκβαλλη TR
- oo ο δε ιησους ειπεν ¦ και ελεγεν CT
- pp καλον εστι ¦ εστι καλον ANT ECM NA TH WH
- qq βαλειν τοις κυναριοις ¦ τοις κυναριοις βαλειν ANT CT
- rr ναι ¦ — ECM NA SBL
- ss γαρ ¦ — ANT CT
- tt εσθιει ¦ εσθιουσιν ANT CT
- uu το δαιμονιον εκ της θυγατρος σου ¦ εκ της θυγατρος σου το δαιμονιον CT
- vv δαιμονιον εξεληλυθος και την θυγατερα βεβλημενην επι της κλινης ¦ παιδιον βεβλημενον επι την κλινην και το δαιμονιον εξεληλυθος ANT ECM NA SBL WH ¦ παιδιον βεβλημενον επι την κλεινην και το δαιμονιον εξεληλυθος TH
- ww εξελθων ¦ εξελθων ο ιησους PCK
- xx και σιδωνος ηλθε 98% ¦ ηλθε δια σιδωνος CT 0.7%
- yy προς ¦ εις CT
- zz κωφον ¦ κωφον και ECM† NA SBL TH WH
- μογγιλαλον ¦ μογιλαλον 𝔐pt ANT CT TR
- ευθεως ¦ — ECM SBL TH WH
- διηνοιχθησαν ¦ ηνοιγησαν CT
- ειπωσιν ¦ λεγωσιν CT
- αυτος αυτοις διεστελλετο ¦ αυτοις διεστελλετο αυτοι CT
- τους ¦ — ECM SBL TH WH