Link to home pageLanguagesLink to all Bible versions on this site
4
The Parable of the Sower
1 Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. Καὶ [a]συνήχθη πρὸς αὐτὸν ὄχλος [b]πολύς, ὥστε αὐτὸν [c]ἐμβάντα εἰς τὸ πλοῖον καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς [d]ἦν. 2 Καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ, 3 Ἀκούετε. Ἰδού, ἐξῆλθεν ὁ σπείρων *του ECM ¦ — CTτοῦ σπεῖραι. 4 Καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσε [f]παρὰ τὴν ὁδόν, καὶ [g]ἦλθε τὰ [h]πετεινὰ καὶ κατέφαγεν αὐτό. 5 [i]Ἄλλο δὲ ἔπεσεν ἐπὶ τὸ πετρῶδες, [j]ὅπου οὐκ εἶχε γῆν πολλήν, καὶ [k]εὐθέως ἐξανέτειλε διὰ τὸ μὴ ἔχειν βάθος γῆς. 6 [l]Ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. 7 Καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκε. 8 Καὶ [m]ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ [n]αὐξάνοντα, καὶ ἔφερεν ἐν … ἐν … ἐν 𝔐45 ECM ¦ ἓν … ἓν … ἓν 𝔐0 HF NA SBL TR ¦ εἰς … ἐν … ἐν WHἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν. 9 Καὶ [p]ἔλεγεν, [q]Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
The Purpose of Speaking in Parables
10 [r]Ὅτε δὲ ἐγένετο καταμόνας, [s]ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα [t]τὴν παραβολήν. 11 Καὶ ἔλεγεν αὐτοῖς, Ὑμῖν [u]δέδοται γνῶναι τὸ μυστήριον τῆς βασιλείας τοῦ Θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα [v]γίνεται, 12 ἵνα
 
βλέποντες βλέπωσι καὶ μὴ ἴδωσι,
καὶ ἀκούοντες ἀκούωσι καὶ μὴ συνιῶσι,
μήποτε ἐπιστρέψωσι καὶ ἀφεθῇ αὐτοῖς [w]τὰ ἁμαρτήματα.
The Parable of the Sower Explained
13 Καὶ λέγει αὐτοῖς, Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην; Καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; 14 Ὁ σπείρων τὸν λόγον σπείρει. 15 Οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος· καὶ ὅταν ἀκούσωσιν, [x]εὐθέως ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον [y]ἐν ταῖς καρδίαις αὐτῶν. 16 Καὶ οὗτοί [z]εἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσι τὸν λόγον [aa]εὐθέως μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, 17 καὶ οὐκ ἔχουσι ῥίζαν ἐν ἑαυτοῖς, ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον [bb]εὐθέως σκανδαλίζονται. 18 Καὶ [cc]οὗτοί εἰσιν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι, [dd]οἱ τὸν λόγον [ee]ἀκούοντες, 19 καὶ αἱ μέριμναι τοῦ αἰῶνος [ff]τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι [gg]συμπνίγουσι τὸν λόγον, καὶ ἄκαρπος [hh]γίνεται. 20 Καὶ [ii]οὗτοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσι τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν §ἐν … ἐν … ἐν 𝔐43 ECM ¦ ἓν … ἓν … ἓν 𝔐0 HF NA SBL TRἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν.
A Lamp Under a Basket
21 Καὶ ἔλεγεν αὐτοῖς, [kk]Μήτι [ll]ὁ λύχνος ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν [mm]κλίνην; Οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν §επιτεθη 𝔐15 ¦ τεθη 𝔐10 CTἐπιτεθῇ; 22 Οὐ γάρ ἐστί *τι 𝔐15 ECM ¦ — 𝔐10 ANT CT PCKτι κρυπτὸν [pp] εαν ¦ ει ECMἐὰν [rr]μὴ φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ᾽ ἵνα [ss]εἰς φανερὸν ἔλθῃ. 23 Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.

24 Καὶ ἔλεγεν αὐτοῖς, Βλέπετε τί ἀκούετε. Ἐν ᾧ μέτρῳ μετρεῖτε [tt]μετρηθήσεται ὑμῖν, [uu]καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν. 25 Ὃς γὰρ [vv]ἂν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.

The Parable of the Growing Seed
26 Καὶ ἔλεγεν, Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὡς [ww]ἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς 27 καὶ καθεύδῃ καὶ εγειρηται 𝔐30 ¦ εγειρεται 𝔐14ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος [yy]βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. 28 Αὐτομάτη [zz]γὰρ ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, []εἶτα στάχυν, εἶτα []πλήρη σῖτον ἐν τῷ στάχυϊ. 29 Ὅταν δὲ []παραδῷ ὁ καρπός, []εὐθέως ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.
The Parable of the Mustard Seed
30 Καὶ ἔλεγε, []Τίνι ομοιωσομεν KX(96) ¦ ομοιωσωμεν KX(58) ANT CT RP TRὁμοιώσομεν τὴν βασιλείαν τοῦ Θεοῦ, ἢ ἐν []ποίᾳ παραβολῇ παραβάλωμεν αὐτήν; 31 Ὡς []κόκκον σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, []μικρότερος πάντων τῶν σπερμάτων ἐστὶ τῶν ἐπὶ τῆς γῆς· 32 καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ []γίνεται []πάντων τῶν λαχάνων μείζων καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ []κατασκηνοῦν.
The Use of Parables
33 Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς []ἐδύναντο ἀκούειν· 34 χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει []αὐτοῖς, []κατ᾽ ἰδίαν δὲ τοῖς []μαθηταῖς αὐτοῦ ἐπέλυε πάντα.
Jesus Calms a Storm
35 Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης, Διέλθωμεν εἰς τὸ πέραν. 36 Καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ· καὶ ἄλλα []δὲ []πλοιάρια ἦν μετ᾽ αὐτοῦ. 37 Καὶ []γίνεται λαῖλαψ []ἀνέμου μεγάλη, []τὰ δὲ κύματα επεβαλλεν 𝔐23 ¦ επεβαλεν 𝔐21 ECM HF PCKἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε []αὐτὸ ἤδη γεμίζεσθαι. 38 Καὶ []ἦν αὐτὸς []ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ διεγειρουσιν ECM ¦ εγειρουσιν CTδιεγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ, Διδάσκαλε, οὐ μελει 𝔐15 ¦ μελλει 𝔐10μέλει σοι ὅτι ἀπολλύμεθα; 39 Καὶ διεγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ εἶπε τῇ θαλάσσῃ, Σιώπα, πεφίμωσο. Καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. 40 Καὶ εἶπεν αὐτοῖς, Τί δειλοί ἐστε []οὕτω; []Πῶς οὐκ ἔχετε πίστιν; 41 Καὶ ἐφοβήθησαν φόβον μέγαν καὶ ἔλεγον πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα υπακουουσιν αυτω 96.1% ¦ αυτω υπακουει ECM 1.3% ¦ υπακουει αυτω CT 0.4%ὑπακούουσιν αὐτῷ;

<- ΤΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕΛΙΟΝ 3ΤΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕΛΙΟΝ 5 ->