Link to home pageLanguagesLink to all Bible versions on this site
2
Jesus Heals a Paralytic
1 Καὶ [a]εἰσῆλθε πάλιν εἰς [b]Καπερναοὺμ δι᾽ ἡμερῶν, [c]καὶ ἠκούσθη ὅτι [d]εἰς οἶκόν ἐστι. 2 καὶ [e]εὐθέως συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. 3 καὶ ἔρχονται προς αυτον παραλυτικον φεροντες ECM ¦ φεροντες προς αυτον παραλυτικον NA SBL WHπρὸς αὐτὸν παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων. 4 καὶ μὴ δυνάμενοι [g]προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν §κραβαττον 𝔐25 ¦ κραββαττον 𝔐19 HF PCK RP TRκράβαττον *εφ ω ECM ¦ οπου CTἐφ᾽ ᾧ ὁ παραλυτικὸς κατέκειτο. 5 [j]ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ, Τέκνον, [k]ἀφέωνταί [l]σοι αἱ ἁμαρτίαι σου.

6 Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν, 7 Τί οὗτος οὕτω λαλεῖ [m]βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς, ὁ Θεός; 8 καὶ [n]εὐθέως ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως [o]αὐτοὶ διαλογίζονται ἐν ἑαυτοῖς [p]εἶπεν αὐτοῖς, Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 9 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, [q]Ἀφέωνταί σου 𝔐28 ¦ σοι 𝔐15 TRσου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, εγειραι 𝔐25 ¦ εγειρε 𝔐20 ANT NA SBL TH ¦ εγειρου WHἜγειραι καὶ ἆρόν §σου τον κραβαττον 𝔐13 ¦ σου τον κραββατον 𝔐23 HF RP TR ¦ τον κραββατον σου PCK ¦ τον κραβαττον σου ANT CTσου τὸν κράβαττον καὶ περιπάτει; 10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου *αφιεναι επι της γης αμαρτιας 𝔐689 46.2% ¦ επι της γης αφιεναι αμαρτιας 𝔐486 ECM PCK SBL 46.9% ¦ αφιεναι αμαρτιας επι της γης NA WH 3.2%ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας—λέγει τῷ παραλυτικῷ— 11 Σοὶ λέγω, εγειραι 𝔐23 ¦ εγειρε 𝔐21 ANT CTἔγειραι [w]καὶ ἆρον τὸν §κραβαττον 𝔐25 ¦ κραββατον 𝔐20 HF PCK RP TR κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 12 καὶ ἠγέρθη [y]εὐθέως καὶ ἄρας τὸν κραβαττον 𝔐24 ¦ κραββατον 𝔐20 HF PCK RP TR κράβαττον ἐξῆλθεν [aa]ἐναντίον πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν Θεὸν λέγοντας ὅτι [bb]Οὐδέποτε οὕτως [cc]εἴδομεν.

Jesus Calls Levi
13 Καὶ ἐξῆλθε πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. 14 καὶ παράγων εἶδε λευιν 𝔐27 ¦ λευι 𝔐17 RP ¦ λευειν TH WHΛευῒν τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.

15 Καὶ [ee]ἐγένετο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοὶ καὶ §ηκολουθησαν ECM ¦ ηκολουθουν CTἠκολούθησαν αὐτῷ. 16 καὶ οἱ γραμματεῖς [gg]καὶ οἱ Φαρισαῖοι ἰδόντες [hh]αὐτὸν ἐσθίοντα μετὰ τῶν [ii]τελωνῶν καὶ ἁμαρτωλῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, §τι ECM 95.9% ¦ — CT 1.8%Τί ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει [kk]καὶ πίνει; 17 καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αυτοις ECM ¦ αυτοις οτι NA SBL WHαὐτοῖς, Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. οὐκ ἦλθον καλέσαι δικαίους, [mm]ἀλλὰ ἁμαρτωλοὺς §εις μετανοιαν 𝔐32 ¦ — 𝔐13 CTεἰς μετάνοιαν.

A Question About Fasting
18 Καὶ ἦσαν οἱ μαθηταὶ [oo]Ἰωάννου καὶ οἱ [pp]τῶν Φαρισαίων νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, Διὰ τί οἱ μαθηταὶ [qq]Ἰωάννου καὶ [rr]οἱ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσι; 19 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστι νηστεύειν; ὅσον χρόνον [ss]μεθ᾽ ἑαυτῶν ἔχουσι τὸν νυμφίον οὐ δύνανται νηστεύειν. 20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν [tt]ἐκείναις ταῖς ἡμέραις.

21 [uu]Καὶ οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου [vv]ἐπιρράπτει ἐπὶ [ww]ἱματίῳ παλαιῷ· εἰ δὲ [xx]μή, αἴρει τὸ πλήρωμα [yy]αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα [zz]γίνεται. 22 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, []ῥήσσει ὁ οἶνος []ὁ νέος τοὺς ἀσκούς, καὶ ὁ οἶνος []ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· []ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς []βλητέον.

Jesus Is Lord of the Sabbath
23 Καὶ ἐγένετο []παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασι διὰ τῶν σπορίμων, καὶ []ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. 24 καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, Ἴδε, τί ποιοῦσιν []ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι; 25 καὶ []αὐτὸς ἔλεγεν αὐτοῖς, Οὐδέποτε ἀνέγνωτε τί ἐποίησε []Δαυὶδ ὅτε χρείαν ἔσχε καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ, 26 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ []ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ []τοῖς ἱερεῦσι, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι; 27 καὶ ἔλεγεν αὐτοῖς, Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, []οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· 28 ὥστε Κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.

<- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΡΚΟΝ 1ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΡΚΟΝ 3 ->