16
The Resurrection
1 Καὶ διαγενομένου τοῦ σαββάτου, [a]Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία †ιακωβου ¦ η του ιακωβου 𝔐pt ANT ECM† NA SBL TH TR WH ¦ η ιακωβου ECM†Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν [c]αὐτόν. 2 Καὶ λίαν πρωῒ [d]τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. 3 Καὶ ἔλεγον πρὸς ἑαυτάς, Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; 4 Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι *αποκεκυλισται ¦ ανακεκυλισται ECM† WHἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. 5 Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν· καὶ ἐξεθαμβήθησαν. 6 Ὁ δὲ λέγει αὐταῖς, Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε, ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. 7 †αλλ ¦ αλλα NA27 SBL TH WHἈλλ᾽ ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι Προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. 8 Καὶ [g]ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε §δε ¦ γαρ ECM† NA SBL TH WHδὲ αὐτὰς τρόμος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν [i]εἶπον, ἐφοβοῦντο †γαρ 99.6% ¦ γαρ παντα δε τα παρηγγελμενα τοις περι τον Πετρον συντομως εξηγγειλαν μετα δε ταυτα και αυτος ο ιησους απο ανατολης και αχρι δυσεως εξαπεστειλε δι αυτων το ιερον και αφθαρτον κηρυγμα της αιωνιου σωτηριας (αμην ECM† NA SBL) ECM† WH 0.4% {Note: NA, SBL, and WH enclose this text with double brackets. WH includes this text after verse 20.}γάρ.[k]
Jesus Appears to Mary Magdalene
9 [l]Ἀναστὰς [m]δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, [n]ἀφ᾽ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. 10 Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ᾽ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι. 11 ‡κακεινοι ¦ εκεινοι ECM†Κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾽ αὐτῆς ἠπίστησαν.
Jesus Appears to Two Disciples
12 Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς ἀγρόν. 13 Κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν.
The Great Commission
14 [p]Ὕστερον ἀνακειμένοις *αυτοις ¦ — ECM†αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν [r]ἐγηγερμένον οὐκ ἐπίστευσαν. 15 Καὶ εἶπεν αὐτοῖς, Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. 16 Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται· ὁ δὲ ἀπιστήσας κατακριθήσεται. 17 Σημεῖα δὲ τοῖς πιστεύσασι ‡ταυτα παρακολουθησει 98% ¦ ακολουθησει ταυτα ECM† TH WH 0.4%ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι §καιναις ¦ — ECM† TH WHκαιναῖς· 18 [u]ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς [v]βλάψῃ· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν.
The Ascension
19 Ὁ μὲν οὖν [w]Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, [x]ἀνελήφθη εἰς τὸν οὐρανόν, καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. 20 Ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων.
*αμην 97.5% ¦ — ECM† NA SBL WH 2.1%Ἀμήν.[z]
<- ΚΑΤΑ ΜΑΡΚΟΝ 15
- a μαρια ¦ η μαρια WH
- b ιακωβου ¦ η του ιακωβου 𝔐pt ANT ECM† NA SBL TH TR WH ¦ η ιακωβου ECM†
- c αυτον ¦ τον ιησουν PCK
- d της μιας ¦ τη μια των CT
- e αποκεκυλισται ¦ ανακεκυλισται ECM† WH
- f αλλ ¦ αλλα NA27 SBL TH WH
- g εξελθουσαι ¦ εξελθουσαι ταχυ TR
- h δε ¦ γαρ ECM† NA SBL TH WH
- i ειπον ¦ ειπαν ECM NA SBL WH
- j γαρ 99.6% ¦ γαρ παντα δε τα παρηγγελμενα τοις περι τον Πετρον συντομως εξηγγειλαν μετα δε ταυτα και αυτος ο ιησους απο ανατολης και αχρι δυσεως εξαπεστειλε δι αυτων το ιερον και αφθαρτον κηρυγμα της αιωνιου σωτηριας (αμην ECM† NA SBL) ECM† WH 0.4% {Note: NA, SBL, and WH enclose this text with double brackets. WH includes this text after verse 20.}
- k TH includes a scribal note that reads: εν τισι μεν των αντιγραφων εως ωδε πληρουται ο ευαγγελιστης εως ου και ευσεβιος ο παμφιλου εκανονισεν εν πολλοις δε και ταυτα φερεται. Variations of this note are found in 12 manuscripts (0.7%). The exact Greek text of TH is found in 2 manuscripts (0.1%).
- l {include verses 9–20} 99.8% ¦ {omit verses 9–20} 0.2% {Note: NA, SBL, and WH enclose this text with double brackets.}
- m δε ¦ δε ο ιησους PCK
- n αφ ¦ παρ CT
- o κακεινοι ¦ εκεινοι ECM†
- p υστερον ¦ υστερον δε NA SBL TH WH
- q αυτοις ¦ — ECM†
- r εγηγερμενον 88.9% ¦ εγηγερμενον εκ νεκρων WH 10.5%
- s ταυτα παρακολουθησει 98% ¦ ακολουθησει ταυτα ECM† TH WH 0.4%
- t καιναις ¦ — ECM† TH WH
- u οφεις 97.2% ¦ και εν ταις χερσιν οφεις ECM NA TH WH 2.2%
- v βλαψη ¦ βλαψει ANT TR
- w κυριος 94.2% ¦ κυριος ιησους NA SBL TH WH 5.3%
- x ανεληφθη ¦ ανελημφθη CT
- y αμην 97.5% ¦ — ECM† NA SBL WH 2.1%
- z The following scribal note is included in the colophons of many Greek manuscripts: Ἐξεδόθη μετὰ χρόνους ι΄ τῆς τοῦ Χριστοῦ ἀναλήψεως.