13
Jesus Predicts the Destruction of the Temple
1 Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ, λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ, Διδάσκαλε, ἴδε, ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. 2 Καὶ [a]ὁ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτῷ, Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; Οὐ μὴ [b]ἀφεθῇ λίθος ἐπὶ [c]λίθῳ, ὃς οὐ μὴ καταλυθῇ.
Signs of the End of the Age
3 Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, [d]ἐπηρώτων αὐτὸν κατ᾽ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ [e]Ἰωάννης καὶ Ἀνδρέας, 4 [f]Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ [g]πάντα ταῦτα συντελεῖσθαι; 5 Ὁ δὲ Ἰησοῦς [h]ἀποκριθεὶς αὐτοῖς ἤρξατο λέγειν, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. 6 Πολλοὶ [i]γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες ὅτι Ἐγώ εἰμι· καὶ πολλοὺς πλανήσουσιν. 7 Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ [j]γὰρ γενέσθαι, ἀλλ᾽ οὔπω τὸ τέλος. 8 Ἐγερθήσεται γὰρ ἔθνος [k]ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν· [l]καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, [m]καὶ ἔσονται [n]λιμοὶ καὶ ταραχαί· [o]ἀρχαὶ ὠδίνων ταῦτα.
9 Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσι [p]γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ [q]εἰς συναγωγὰς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων [r]σταθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς. 10 Καὶ εἰς πάντα τὰ ἔθνη ‡δει πρωτον ¦ πρωτον δει ECM† NA SBL TH WHδεῖ πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον. 11 [t]Ὅταν δὲ [u]ἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί [v]λαλήσητε, [w]μηδὲ μελετᾶτε· ἀλλ᾽ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γάρ [x]ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον. 12 [y]Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. 13 Καὶ ἔσεσθε [z]μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
The Great Tribulation
14 Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, [aa]τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου, [bb]ἑστὼς ὅπου οὐ δεῖ—ὁ ἀναγινώσκων νοείτω—τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη· 15 ὁ [cc]δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω [dd]εἰς τὴν οἰκίαν, μηδὲ [ee]εἰσελθέτω [ff]ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ· 16 καὶ ὁ εἰς τὸν ἀγρὸν [gg]ὢν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω, ἆραι τὸ ἱμάτιον αὐτοῦ. 17 Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 18 Προσεύχεσθε δὲ ἵνα μὴ γένηται [hh]ἡ φυγὴ ὑμῶν χειμῶνος. 19 Ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλίψις, οἵα οὐ γέγονε τοιαύτη ἀπ᾽ ἀρχῆς κτίσεως [ii]ἧς ἔκτισεν ὁ Θεὸς ἕως τοῦ νῦν, καὶ οὐ μὴ γένηται. 20 Καὶ εἰ μὴ [jj]Κύριος ἐκολόβωσε τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτούς, οὓς ἐξελέξατο, ἐκολόβωσε τὰς ἡμέρας. 21 *τοτε ¦ και τοτε 𝔐pt ANT CT HF TRΤότε ἐάν τις ὑμῖν εἴπῃ, [ll]Ἰδού, ὧδε ὁ Χριστός, [mm]ἢ [nn]Ἰδού, ἐκεῖ, μὴ [oo]πιστεύετε. 22 Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα καὶ τέρατα, πρὸς τὸ ἀποπλανᾷν, εἰ δυνατόν, †και ¦ — ECM† NA SBL TH WHκαὶ τοὺς ἐκλεκτούς. 23 Ὑμεῖς δὲ βλέπετε· ‡ιδου ¦ — ECM† NA SBL TH WHἰδού, προείρηκα ὑμῖν [rr]πάντα.
The Coming of the Son of Man
24 *αλλ ¦ αλλα NA27 SBL TH WHἈλλ᾽ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλίψιν ἐκείνην, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, 25 καὶ οἱ ἀστέρες [tt]τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. 26 Καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης. 27 Καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους ‡αυτου ¦ — ECM† NA SBL TH WHαὐτοῦ, καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς [vv]αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾽ ἄκρου [ww]γῆς ἕως ἄκρου [xx]οὐρανοῦ.
The Lesson of the Fig Tree
28 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν [yy]αὐτῆς ἤδη ὁ κλάδος [zz]ἁπαλὸς γένηται, καὶ ἐκφύῃ τὰ φύλλα, []γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν· 29 οὕτω καὶ ὑμεῖς, ὅταν †ταυτα ιδητε ¦ ιδητε ταυτα ANT ECM† NA SBL TH WHταῦτα ἴδητε []γινόμενα, []γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 30 Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, μέχρις οὗ *παντα ταυτα ¦ ταυτα παντα ECM† NA SBL TH WHπάντα ταῦτα γένηται. 31 Ὁ οὐρανὸς καὶ ἡ γῆ †παρελευσεται ¦ παρελευσονται 𝔐pt ANT CT TRπαρελεύσεται, οἱ δὲ []λόγοι μου οὐ []μὴ []παρέλθωσι.
Keep Watch
32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης []ἢ []ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι §οι εν ¦ εν ANT ECM† NA SBL TH WHοἱ ἐν []οὐρανῷ, οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ. 33 Βλέπετε, ἀγρυπνεῖτε []καὶ προσεύχεσθε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν. 34 Ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, []καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. 35 Γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, []ὀψέ, ἢ []μεσονυκτίου, ἢ ἀλεκτοροφωνίας, ἢ πρωΐ· 36 μὴ ἐλθὼν []ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας. 37 []Ἃ δὲ ὑμῖν λέγω πᾶσι λέγω, Γρηγορεῖτε.
<- ΚΑΤΑ ΜΑΡΚΟΝ 12ΚΑΤΑ ΜΑΡΚΟΝ 14 ->
- a ο ιησους αποκριθεις ¦ αποκριθεις ο ιησους PCK ¦ ο ιησους CT
- b αφεθη 78.4% ¦ αφεθη ωδε ANT CT PCK 21.4%
- c λιθω ¦ λιθον ANT CT
- d επηρωτων ¦ επηρωτα CT
- e ιωαννης ¦ ιωανης WH
- f ειπε ¦ ειπον CT
- g παντα ταυτα συντελεισθαι ¦ ταυτα συντελεισθαι παντα CT
- h αποκριθεις αυτοις ηρξατο λεγειν ¦ αποκριθεις ηρξατο λεγειν αυτοις ANT ¦ ηρξατο λεγειν αυτοις CT
- i γαρ ¦ — CT
- j γαρ ¦ — CT
- k επι ¦ επ CT
- l και ¦ — CT
- m και ¦ — CT
- n λιμοι και ταραχαι 96% ¦ λιμοι CT 0.5%
- o αρχαι ¦ αρχη CT
- p γαρ ¦ — CT
- q εις συναγωγας ¦ εν ταις συναγωγαις αυτων ANT
- r σταθησεσθε ¦ αχθησεσθε PCK SCR
- s δει πρωτον ¦ πρωτον δει ECM† NA SBL TH WH
- t οταν δε ¦ και οταν CT
- u αγαγωσιν ¦ αγωσιν CT PCK
- v λαλησητε ¦ λαλησετε PCK
- w μηδε μελετατε ¦ — CT
- x εστε υμεις ¦ υμεις εστε ANT
- y παραδωσει δε ¦ και παραδωσει CT
- z μισουμενοι ¦ μεισουμενοι TH
- aa το ρηθεν υπο δανιηλ του προφητου ¦ — CT
- bb εστως ¦ εστηκοτα CT
- cc δε ¦ — SBL WH
- dd εις την οικιαν 94.3% ¦ — CT 2.6%
- ee εισελθετω ¦ εισελθατω CT
- ff αραι τι ¦ τι αραι SBL TH WH
- gg ων ¦ — CT
- hh η φυγη υμων ¦ — CT
- ii ης ¦ ην CT
- jj κυριος εκολοβωσε ¦ εκολοβωσε κυριος ANT ECM NA SBL WH
- kk τοτε ¦ και τοτε 𝔐pt ANT CT HF TR
- ll ιδου ¦ ιδε CT
- mm η ¦ — ANT CT PCK
- nn ιδου ¦ ιδε CT
- oo πιστευετε ¦ πιστευσητε PCK TR
- pp και ¦ — ECM† NA SBL TH WH
- qq ιδου ¦ — ECM† NA SBL TH WH
- rr παντα ¦ απαντα ANT
- ss αλλ ¦ αλλα NA27 SBL TH WH
- tt του ουρανου εσονται εκπιπτοντες ¦ εσονται εκ του ουρανου πιπτοντες ANT CT
- uu αυτου ¦ — ECM† NA SBL TH WH
- vv αυτου ¦ — SBL
- ww γης ¦ της γης ANT
- xx ουρανου ¦ του ουρανου ANT
- yy αυτης ηδη ο κλαδος 49.8% ¦ ηδη ο κλαδος αυτης CT PCK 28.9% ¦ αυτης ηδη ο κλαδος MSS 8.4% ¦ αυτης ο κλαδος ηδη ANT 5%
- zz απαλος γενηται ¦ γενηται απαλος ANT
- γινωσκετε ¦ γινωσκεται PCK ¦ γεινωσκετε TH
- ταυτα ιδητε ¦ ιδητε ταυτα ANT ECM† NA SBL TH WH
- γινομενα ¦ γεινομενα TH
- γινωσκετε ¦ γεινωσκετε TH
- παντα ταυτα ¦ ταυτα παντα ECM† NA SBL TH WH
- παρελευσεται ¦ παρελευσονται 𝔐pt ANT CT TR
- λογοι μου ¦ εμοι λογοι ANT
- μη ¦ — WH
- παρελθωσι ¦ παρελευσονται ANT CT
- η ¦ και TR
- ωρας ¦ της ωρας ANT CT TR
- οι εν ¦ εν ANT ECM† NA SBL TH WH
- ουρανω ¦ τω ουρανω PCK
- και προσευχεσθε 82% ¦ προσευχεσθε PCK 13.9% ¦ — ECM NA SBL WH 0.6%
- και ¦ — CT
- οψε ¦ η οψε CT
- μεσονυκτιου ¦ μεσονυκτιον CT
- εξαιφνης ¦ εξεφνης WH
- α ¦ ο CT