11
The Triumphal Entry
1 Καὶ ὅτε ἐγγίζουσιν εἰς [a]Ἱερουσαλήμ, εἰς †βηθσφαγη ¦ βηθφαγη 𝔐pt CT TRΒηθσφαγὴ καὶ Βηθανίαν, πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, 2 καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν· καὶ [c]εὐθέως εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾽ ὃν οὐδεὶς [d]ἀνθρώπων κεκάθικε· [e]λύσαντες αὐτὸν ἀγάγετε. 3 Καὶ ἐάν τις ὑμῖν εἴπῃ, Τί ποιεῖτε τοῦτο; εἴπατε [f]ὅτι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει· καὶ [g]εὐθέως αὐτὸν §αποστελλει ¦ αποστελει TR ¦ αποστελλει παλιν ANT ECM† NA SBL TH WHἀποστέλλει ὧδε. 4 [i]Ἀπῆλθον δὲ καὶ εὗρον †πωλον ¦ τον πωλον 𝔐pt ANT PCK TRπῶλον δεδεμένον πρὸς [k]τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν. 5 Καί τινες τῶν ἐκεῖ [l]ἑστηκότων ἔλεγον αὐτοῖς, Τί ποιεῖτε λύοντες τὸν πῶλον; 6 Οἱ δὲ [m]εἶπον αὐτοῖς καθὼς [n]ἐνετείλατο ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς. 7 Καὶ [o]ἤγαγον τὸν πῶλον πρὸς τὸν Ἰησοῦν· καὶ [p]ἐπέβαλον αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ᾽ [q]αὐτῷ. 8 [r]Πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν· ἄλλοι δὲ [s]στοιβάδας [t]ἔκοπτον ἐκ τῶν δένδρων, καὶ ἐστρώννυον εἰς τὴν ὁδόν. 9 Καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, [u]λέγοντες,
Ὡσαννά·
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
11 Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα [x]ὁ Ἰησοῦς, καὶ εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα, [y]ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.
Jesus Curses the Fig Tree
12 Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας, ἐπείνασε. 13 Καὶ ἰδὼν συκῆν †μακροθεν ¦ απο μακροθεν ANT ECM† NA SBL TH WHμακρόθεν, ἔχουσαν φύλλα, ἦλθεν εἰ ἄρα [aa]εὑρήσει τι ἐν αὐτῇ· καὶ ἐλθὼν ἐπ᾽ αὐτήν, οὐδὲν εὗρεν εἰ μὴ φύλλα· [bb]οὐ γὰρ ἦν καιρὸς σύκων. 14 Καὶ ἀποκριθεὶς [cc]ὁ Ἰησοῦς εἶπεν αὐτῇ, Μηκέτι [dd]ἐκ σοῦ εἰς τὸν αἰῶνα μηδεὶς καρπὸν [ee]φάγοι. Καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.
Jesus Cleanses the Temple Courts
15 Καὶ [ff]ἔρχονται εἰς Ἱεροσόλυμα· καὶ εἰσελθὼν [gg]ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ [hh]ἀγοράζοντας ἐν τῷ ἱερῷ· καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψε· 16 καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ. 17 Καὶ ἐδίδασκε, [ii]λέγων [jj]αὐτοῖς, Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν; Ὑμεῖς δὲ [kk]ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν. 18 Καὶ ἤκουσαν οἱ [ll]γραμματεῖς καὶ οἱ ἀρχιερεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν [mm]ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, [nn]ὅτι πᾶς ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. 19 Καὶ [oo]ὅτε ὀψὲ ἐγένετο, †εξεπορευετο ¦ εξεπορευοντο ECM† NA SBL WHἐξεπορεύετο ἔξω τῆς πόλεως.
The Withered Fig Tree
20 Καὶ [qq]πρωῒ παραπορευόμενοι, εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν. 21 Καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ, [rr]Ῥαββί, ἴδε, ἡ συκῆ ἣν κατηράσω ἐξήρανται. 22 Καὶ ἀποκριθεὶς [ss]ὁ Ἰησοῦς λέγει αὐτοῖς, Ἔχετε πίστιν Θεοῦ. 23 Ἀμὴν [tt]γὰρ λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, Ἄρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ [uu]πιστεύσῃ ὅτι ἃ λέγει γίνεται· ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ. 24 Διὰ τοῦτο λέγω ὑμῖν, Πάντα ὅσα §αν προσευχομενοι αιτησθε ¦ αν προσευχομενοι αιτεισθε 𝔐pt ANT TR ¦ προσευχεσθε και αιτεισθε CTἂν προσευχόμενοι αἰτῆσθε, πιστεύετε ὅτι [ww]λαμβάνετε, καὶ ἔσται ὑμῖν. 25 Καὶ ὅταν †στηκητε ¦ στηκετε ECM† NA SBL TH WHστήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος· ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν. 26 [yy]Εἰ δὲ ὑμεῖς οὐκ ἀφίετε, οὐδὲ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν.
The Authority of Jesus Questioned
27 Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ, ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι, 28 καὶ [zz]λέγουσιν αὐτῷ, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; []Καὶ τίς σοι []τὴν ἐξουσίαν ταύτην ἔδωκεν ἵνα ταῦτα ποιῇς; 29 Ὁ δὲ Ἰησοῦς []ἀποκριθεὶς εἶπεν αὐτοῖς, Ἐπερωτήσω ὑμᾶς []καὶ ἐγὼ ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 30 Τὸ βάπτισμα []Ἰωάννου ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων; []Ἀποκρίθητέ μοι. 31 Καὶ []ἐλογίζοντο πρὸς ἑαυτούς, λέγοντες, []Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 32 *αλλ ¦ αλλ εαν TR ¦ αλλα ANT NA27 SBL TH WHἈλλ᾽ εἴπωμεν, Ἐξ ἀνθρώπων, ἐφοβοῦντο τὸν []λαόν· ἅπαντες γὰρ εἶχον τὸν []Ἰωάννην, []ὅτι ὄντως προφήτης ἦν. 33 Καὶ ἀποκριθέντες []λέγουσι τῷ Ἰησοῦ, Οὐκ οἴδαμεν. Καὶ ὁ Ἰησοῦς []ἀποκριθεὶς λέγει αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
<- ΚΑΤΑ ΜΑΡΚΟΝ 10ΚΑΤΑ ΜΑΡΚΟΝ 12 ->
- a ιερουσαλημ ¦ ιεροσολυμα CT
- b βηθσφαγη ¦ βηθφαγη 𝔐pt CT TR
- c ευθεως ¦ ευθυς CT
- d ανθρωπων κεκαθικε ¦ ουπω ανθρωπων εκαθισε CT
- e λυσαντες αυτον αγαγετε ¦ λυσατε αυτον και φερετε CT
- f οτι ¦ — NA WH
- g ευθεως ¦ ευθυς CT
- h αποστελλει ¦ αποστελει TR ¦ αποστελλει παλιν ANT ECM† NA SBL TH WH
- i απηλθον δε ¦ και απηλθον CT
- j πωλον ¦ τον πωλον 𝔐pt ANT PCK TR
- k την ¦ — CT
- l εστηκοτων ¦ εστωτων PCK
- m ειπον ¦ ειπαν ECM NA SBL WH
- n ενετειλατο ¦ ειπεν CT
- o ηγαγον ¦ φερουσι CT
- p επεβαλον ¦ επιβαλλουσιν CT
- q αυτω ¦ αυτον CT
- r πολλοι δε ¦ και πολλοι CT
- s στοιβαδας ¦ στιβαδας CT
- t εκοπτον εκ των δενδρων και εστρωννυον εις την οδον 77.7% ¦ εκοπτον εκ των δενδρων και εστρωννυον εν τη οδω MSS 16.8% ¦ κοψαντες εκ των αγρων CT 0.4%
- u λεγοντες ¦ — CT
- v εν ονοματι κυριου ¦ — CT
- w δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
- x ο ιησους και ¦ — CT
- y οψιας ¦ οψε SBL WH
- z μακροθεν ¦ απο μακροθεν ANT ECM† NA SBL TH WH
- aa ευρησει τι ¦ τι ευρησει ANT CT
- bb ου γαρ ην καιρος ¦ ο γαρ καιρος ουκ ην CT
- cc ο ιησους ¦ — ANT CT
- dd εκ σου εις τον αιωνα ¦ εις τον αιωνα εκ σου CT
- ee φαγοι ¦ φαγη PCK
- ff ερχονται ¦ ερχονται παλιν ANT
- gg ο ιησους ¦ — CT
- hh αγοραζοντας ¦ τους αγοραζοντας ANT CT
- ii λεγων ¦ και ελεγεν CT
- jj αυτοις ¦ — WH
- kk εποιησατε αυτον ¦ αυτον εποιησατε ANT ¦ πεποιηκατε αυτον CT
- ll γραμματεις και οι αρχιερεις ¦ γραμματεις και οι φαρισαιοι και οι αρχιερεις ANT ¦ αρχιερεις και οι γραμματεις CT
- mm απολεσωσιν ¦ απολεσουσιν PCK TR
- nn οτι πας ¦ πας γαρ CT
- oo οτε ¦ οταν CT
- pp εξεπορευετο ¦ εξεπορευοντο ECM† NA SBL WH
- qq πρωι παραπορευομενοι ¦ παραπορευομενοι πρωι ANT CT
- rr ραββι ¦ ραββει TH WH
- ss ο ¦ — TR
- tt γαρ ¦ — NA SBL TH WH
- uu πιστευση οτι α λεγει γινεται εσται αυτω ο εαν ειπη 93.2% ¦ πιστευη οτι ο λαλει γινεται (γεινεται TH) εσται αυτω ECM NA SBL WH 0.3% ¦ πιστευσει οτι α λεγει γινεται εσται αυτω ο εαν ειπη ANT 0%
- vv αν προσευχομενοι αιτησθε ¦ αν προσευχομενοι αιτεισθε 𝔐pt ANT TR ¦ προσευχεσθε και αιτεισθε CT
- ww λαμβανετε 97.7% ¦ ελαβετε CT 0.7%
- xx στηκητε ¦ στηκετε ECM† NA SBL TH WH
- yy ει δε υμεις ουκ αφιετε ουδε ο πατηρ υμων ο εν τοις ουρανοις αφησει τα παραπτωματα υμων ¦ ει δε υμεις ουκ αφιετε ουδε ο πατηρ υμων αφησει τα παραπτωματα υμων ANT ¦ — NA SBL TH WH {Note: ECM encloses this text with double brackets.}
- zz λεγουσιν ¦ ελεγον CT
- και ¦ η ANT CT
- την εξουσιαν ταυτην εδωκεν ¦ εδωκε την εξουσιαν ταυτην ANT CT
- αποκριθεις ¦ — CT
- και εγω ¦ καγω ANT TR ¦ — CT
- ιωαννου ¦ το ιωαννου ECM NA SBL TH ¦ το ιωανου WH
- αποκριθητε μοι ¦ — PCK
- ελογιζοντο ¦ διελογιζοντο CT
- εαν ¦ τι ειπωμεν εαν SBL
- αλλ ¦ αλλ εαν TR ¦ αλλα ANT NA27 SBL TH WH
- λαον 95.1% ¦ οχλον NA SBL TH WH 4.6%
- ιωαννην ¦ ιωανην WH
- οτι οντως 91.3% ¦ οτι ANT 3.2% ¦ οντως οτι CT 1%
- λεγουσι τω ιησου ¦ τω ιησου λεγουσιν CT
- αποκριθεις ¦ — CT