Link to home pageLanguagesLink to all Bible versions on this site
10
Questions About Divorce
1 [a]Κἀκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας δια του 84.3% ¦ και CT 0.7% ¦ — ECM 13.1%διὰ τοῦ πέραν τοῦ Ἰορδάνου, καὶ [c]συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς.

2 Καὶ §προσελθοντες φαρισαιοι 𝔐724 55.4% ¦ προσελθοντες οι φαρισαιοι 𝔐539 ANT TR 42.3% ¦ — SBL 0.2%προσελθόντες Φαρισαῖοι [e]ἐπηρώτησαν αὐτόν, Εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. 3 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Τί ὑμῖν ἐνετείλατο [f]Μωσῆς; 4 οἱ δὲ [g]εἶπον, [h]Μωσῆς ἐπέτρεψε βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι. 5 [i]καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· 6 ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς [j]ὁ Θεός. 7 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα και προσκολληθησεται προς την γυναικα αυτου ¦ και προσκολληθησεται τη γυναικι αυτου ECM ¦ — WHκαὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, 8 καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶ δύο ἀλλὰ §μια σαρξ 𝔐15 ¦ σαρξ μια 𝔐10 PCKμία σάρξ. 9 ὃ οὖν ὁ Θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.

10 Καὶ [m]ἐν τῇ οἰκίᾳ πάλιν οἱ μαθηταὶ [n]αὐτοῦ περὶ του αυτου επηρωτησαν 𝔐17 ¦ τουτου επηρωτησαν 𝔐6 ¦ τουτου επηρωτων ANT CTτοῦ αὐτοῦ ἐπηρώτησαν αὐτόν. 11 καὶ λέγει αὐτοῖς, Ὃς [p]ἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπ᾽ αὐτήν· 12 καὶ ἐὰν [q]γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ γαμηθῇ ἄλλῳ μοιχᾶται.

Let the Little Children Come to Me
13 Καὶ προσέφερον αὐτῷ παιδία ἵνα [r]ἅψηται αὐτῶν· οἱ δὲ μαθηταὶ [s]ἐπετίμων τοῖς προσφέρουσιν. 14 ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησε καὶ εἶπεν αὐτοῖς, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με· [t]μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 15 ἀμὴν λέγω ὑμῖν, ὃς [u]ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 16 καὶ ἐναγκαλισάμενος αὐτὰ [v]τιθεὶς τὰς χεῖρας ἐπ᾽ αὐτὰ εὐλόγει αὐτά.
The Rich Young Ruler
17 Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμων εις 𝔐17 ¦ ιδου τις πλουσιος προσδραμων 𝔐8 ¦ προσδραμων τις PCKπροσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν, Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; 18 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός. 19 τὰς ἐντολὰς οἶδας, Μὴ [x]μοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Μὴ ἀποστερήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. 20 ὁ δὲ [y]ἀποκριθεὶς εἶπεν αὐτῷ, Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. 21 ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ, Ἕν [z]σοι ὑστερεῖ· [aa]ὕπαγε, ὅσα ἔχεις πώλησον, καὶ δὸς §πτωχοις ECM 97% ¦ τοις πτωχοις CT TR 2.7%πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο ἀκολούθει μοι [cc]ἄρας τὸν σταυρόν. 22 ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.

23 Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεύσονται. 24 οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς, Τέκνα, πῶς δύσκολόν ἐστι [dd]τοὺς πεποιθότας ἐπὶ χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 25 [ee]εὐκοπώτερόν ἐστι κάμηλον διὰ §της 𝔐18 ¦ — 𝔐7 ANT ECM PCK WHτῆς τρυμαλιᾶς *της ¦ — ANT ECM WHτῆς ῥαφίδος εισελθειν 𝔐18 ¦ διελθειν 𝔐7 SBL SCR TH WHεἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 26 οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς [ii]ἑαυτούς, Καὶ τίς δύναται σωθῆναι; 27 ἐμβλέψας [jj]δὲ αὐτοῖς ὁ Ἰησοῦς λέγει, Παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ᾽ οὐ παρὰ *θεω 𝔐32 ¦ τω θεω 𝔐13 TRΘεῷ· πάντα γὰρ δυνατά [ll]ἐστι παρὰ τῷ Θεῷ. 28 ηρξατο 𝔐29 ¦ ηρξατο δε 𝔐13 PCK ¦ και ηρξατο TRἤρξατο [nn]ὁ Πέτρος λέγειν αὐτῷ, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ [oo]ἠκολουθήσαμέν σοι. 29 αποκριθεις ο ιησους ειπεν 𝔐16KX(51) ¦ και αποκριθεις ο ιησου ειπεν 𝔐14 KX(60) ¦ αποκριθεις δε ο ιησους ειπεν 𝔐15 KX(54) ANT HF PCK TR ¦ εφη ο ιησους CTἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν, Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ [qq]πατέρα ἢ μητέρα [rr]ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ *ενεκεν 𝔐26 ¦ — 𝔐18 TRἕνεκεν τοῦ εὐαγγελίου, 30 ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητερας 𝔐27 ¦ πατερα και μητερα 𝔐12 ANT PCKμητέρας καὶ τέκνα καὶ ἀγρούς—μετὰ διωγμῶν—καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. 31 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ εσχατοι 𝔐27 ¦ οι εσχατοι 𝔐18 CT TRἔσχατοι πρῶτοι.

Jesus Predicts His Death and Resurrection a Third Time
32 Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα· καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο [vv]καὶ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν 33 ὅτι Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ [ww]γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι· 34 καὶ ἐμπαίξουσιν αὐτῷ καὶ [xx]μαστιγώσουσιν αὐτὸν καὶ ἐμπτύσουσιν αὐτῷ καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ [yy]τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
The Request of James and John
35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ [zz]Ἰωάννης *οι 𝔐833 67.5% ¦ οι δυο WH 0.2% ¦ — 𝔐440 ANT 32.1%οἱ υἱοὶ Ζεβεδαίου []λέγοντες, Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν []αἰτήσωμεν ποιήσῃς ἡμῖν. 36 ὁ δὲ εἶπεν αὐτοῖς, Τί θέλετε []ποιῆσαί με ὑμῖν; 37 οἱ δὲ []εἶπον αὐτῷ, Δὸς ἡμῖν ἵνα εἷς []ἐκ δεξιῶν σου καὶ εἷς ἐξ ευωνυμων σου ECM ¦ αριστερων CTεὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου. 38 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, []καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; 39 οἱ δὲ []εἶπον αὐτῷ, Δυνάμεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Τὸ []μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· 40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου []καὶ ἐξ []εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται. 41 καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ []Ἰωάννου. 42 []ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς, Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. 43 οὐχ οὕτω δὲ []ἔσται ἐν ὑμῖν· ἀλλ᾽ ὃς []ἐὰν θέλῃ []γενέσθαι μέγας ἐν ὑμῖν ἔσται []ὑμῶν διάκονος· 44 καὶ ὃς []ἐὰν θέλῃ []ὑμῶν γενέσθαι πρῶτος ἔσται πάντων δοῦλος. 45 καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
Jesus Heals Blind Bartimaeus
46 Καὶ ἔρχονται εἰς []Ἱεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ []Ἱεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ []υἱὸς Τιμαίου Βαρτιμαῖος ὁ τυφλὸς []ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. 47 καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ []Ναζωραῖός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν, []Ὁ υἱὸς []Δαυίδ, Ἰησοῦ, ἐλέησόν με. 48 καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ []Δαυίδ, ἐλέησόν με. 49 καὶ στὰς ὁ Ἰησοῦς εἶπεν []αὐτὸν φωνηθῆναι· καὶ φωνοῦσι τὸν τυφλὸν λέγοντες αὐτῷ, Θάρσει, εγειραι 𝔐21 ¦ εγειρε 𝔐24 ANT CTἔγειραι· φωνεῖ σε. 50 ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ []ἀναστὰς ἦλθε πρὸς τὸν Ἰησοῦν. 51 καὶ ἀποκριθεὶς []λέγει αὐτῷ ὁ Ἰησοῦς, Τί []θέλεις ποιήσω σοί; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ, []Ῥαββουνί, ἵνα ἀναβλέψω. 52 []ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ὕπαγε· ἡ πίστις σου σέσωκέ σε. καὶ []εὐθέως ἀνέβλεψε καὶ *ηκολουθει 𝔐13 ¦ ηκολουθησε 𝔐7 PCK ¦ ηκολουθη 𝔐5ἠκολούθει []τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.

<- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΡΚΟΝ 9ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΡΚΟΝ 11 ->