19 Μετὰ δὲ [y]χρόνον πολὺν ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων, καὶ συναίρει [z]μετ᾽ αὐτῶν λόγον. 20 Καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα, λέγων, Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα πέντε τάλαντα ἐκέρδησα [aa]ἐπ᾽ αὐτοῖς. 21 Ἔφη [bb]δὲ αὐτῷ ὁ κύριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 22 Προσελθὼν [cc]δὲ καὶ ὁ τὰ δύο τάλαντα [dd]λαβὼν εἶπε, Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα δύο τάλαντα ἐκέρδησα [ee]ἐπ᾽ αὐτοῖς. 23 Ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 24 Προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπε, Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· 25 καὶ φοβηθείς, ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε, ἔχεις τὸ σόν. 26 Ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα, καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα· 27 ἔδει [ff]οὖν σε βαλεῖν [gg]τὸ ἀργύριόν μου τοῖς [hh]τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. 28 Ἄρατε οὖν ἀπ᾽ αὐτοῦ τὸ τάλαντον, καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα. 29 Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· [ii]ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ [jj]ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ. 30 Καὶ τὸν ἀχρεῖον δοῦλον [kk]ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
41 Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων, Πορεύεσθε ἀπ᾽ ἐμοῦ, [ss]οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. 42 Ἐπείνασα γάρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· [tt]ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· 43 ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνός, καὶ οὐ περιεβάλετέ με· ἀσθενής, καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με. 44 Τότε [uu]ἀποκριθήσονται καὶ αὐτοί, λέγοντες, Κύριε, πότε σὲ εἴδομεν πεινῶντα, ἢ διψῶντα, ἢ ξένον, ἢ γυμνόν, ἢ ἀσθενῆ, ἢ ἐν φυλακῇ, καὶ οὐ διηκονήσαμέν σοι; 45 Τότε ἀποκριθήσεται αὐτοῖς, λέγων, Ἀμὴν λέγω ὑμῖν, ἐφ᾽ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. 46 Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον· οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.
<- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26 ->- a αυτων ¦ εαυτων CT
- b απαντησιν ¦ υπαντησιν CT
- c ησαν εξ αυτων ¦ εξ αυτων ησαν CT
- d φρονιμοι και αι πεντε μωραι ¦ μωραι και πεντε φρονιμοι CT
- e αιτινες ¦ αι γαρ CT
- f αυτων ¦ εαυτων ANT TR
- g αυτων ¦ — CT
- h αυτων ¦ εαυτων NA SBL WH
- i ερχεται ¦ — CT
- j αυτου ¦ — WH
- k αυτων ¦ εαυτων CT
- l ειπον ¦ ειπαν CT
- m ουκ ¦ ου μη CT
- n αρκεση ¦ αρκεσει ANT
- o δε ¦ — CT
- p εν η ο υιος του ανθρωπου ερχεται 89.3% ¦ — CT 10.4%
- q δε ¦ — CT
- r ειργασατο ¦ ηργασατο CT
- s εποιησεν ¦ εκερδησεν CT
- t ταλαντα ¦ — CT
- u και ¦ — NA SBL WH
- v και αυτος ¦ — CT
- w εν τη γη ¦ γην CT
- x απεκρυψε ¦ εκρυψε CT
- y χρονον πολυν ¦ πολυν χρονον CT
- z μετ αυτων λογον ¦ λογον μετ αυτων CT
- aa επ αυτοις ¦ — CT
- bb δε ¦ — ANT CT
- cc δε ¦ — WH
- dd λαβων ¦ — CT
- ee επ αυτοις ¦ — CT
- ff ουν σε ¦ σε ουν CT
- gg το αργυριον ¦ τα αργυρια CT
- hh τραπεζιταις ¦ τραπεζειταις TH WH
- ii απο δε του ¦ του δε CT
- jj εχει ¦ δοκει εχειν PCK
- kk εκβαλετε ¦ εκβαλλετε TR
- ll αγιοι ¦ — CT
- mm συναχθησεται ¦ συναχθησονται CT PCK
- nn αφοριει ¦ αφορισει NA SBL WH
- oo ηλθετε ¦ ηλθατε CT
- pp ειδομεν ¦ ειδαμεν WH
- qq ειδομεν ¦ ειδαμεν WH
- rr ασθενη ¦ ασθενουντα CT
- ss οι ¦ — TH WH
- tt εδιψησα ¦ και εδιψησα WH
- uu αποκριθησονται ¦ αποκριθησονται αυτω ANT TR