9 Τότε παραδώσουσιν ὑμᾶς εἰς θλίψιν, καὶ ἀποκτενοῦσιν ὑμᾶς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. 10 Καὶ τότε σκανδαλισθήσονται πολλοί, καὶ ἀλλήλους παραδώσουσι, καὶ μισήσουσιν ἀλλήλους. 11 Καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται, καὶ πλανήσουσι πολλούς. 12 Καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν· 13 ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. 14 Καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι· καὶ τότε ἥξει τὸ τέλος.
45 Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος [qq]αὐτοῦ ἐπὶ τῆς [rr]θεραπείας αὐτοῦ, τοῦ [ss]διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; 46 Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει [tt]ποιοῦντα οὕτως. 47 Ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 48 Ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει [uu]ὁ κύριός μου [vv]ἐλθεῖν, 49 καὶ ἄρξηται τύπτειν τοὺς [ww]συνδούλους, [xx]ἐσθίειν δὲ καὶ πίνειν μετὰ τῶν μεθυόντων, 50 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, 51 καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
<- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25 ->- a επορευετο απο του ιερου ¦ απο του ιερου επορευετο CT
- b προσηλθον ¦ προσηλθον αυτω PCK
- c ιησους ¦ αποκριθεις CT
- d παντα ταυτα ¦ ταυτα παντα 𝔐pt ANT CT
- e ου ¦ ου μη TR
- f ειπε ¦ ειπον SBL WH
- g της ¦ — CT
- h μελλησετε ¦ μελησετε PCK
- i παντα 92.3% ¦ — CT 1%
- j και λοιμοι ¦ — CT
- k εστως ¦ εστος CT ST
- l επι ¦ εις NA TH WH
- m καταβαινετω ¦ καταβατω CT
- n τα ¦ τι TR
- o τα ιματια ¦ το ιματιον CT PCK
- p σαββατω ¦ εν σαββατω TR
- q πλανησαι ¦ πλανασθαι WH
- r και ¦ — 𝔐pt CT HF
- s γαρ ¦ — CT
- t τω ¦ — NA TH WH
- u φωνης ¦ — NA SBL WH
- v ακρων ¦ των ακρων CT
- w γινωσκετε ¦ γινωσκεται PCK
- x ταυτα παντα ¦ παντα ταυτα 𝔐pt NA SBL TR WH
- y υμιν ¦ υμιν οτι CT
- z παρελευσονται ¦ παρελευσεται CT
- aa ωρας ¦ της ωρας TR
- bb ουρανων 93.8% ¦ ουρανων ουδε ο υιος CT 6.1%
- cc μου ¦ — CT
- dd δε ¦ γαρ CT
- ee και ¦ — CT
- ff ωσπερ ¦ ως CT
- gg ημεραις ¦ ημεραις εκειναις NA WH
- hh εκγαμιζοντες ¦ γαμιζοντες CT
- ii και ¦ — WH
- jj δυο εσονται ¦ εσονται δυο WH
- kk ο ¦ — CT
- ll ο ¦ — CT
- mm μυλωνι ¦ μυλω CT
- nn ωρα ¦ ημερα CT
- oo διορυγηναι ¦ διορυχθηναι NA SBL WH
- pp ωρα ου δοκειτε ¦ ου δοκειτε ωρα CT
- qq αυτου ¦ — CT
- rr θεραπειας ¦ οικετειας CT
- ss διδοναι ¦ δουναι CT
- tt ποιουντα ουτως ¦ ουτω ποιουντα CT
- uu ο κυριος μου ¦ μου ο κυριος CT
- vv ελθειν ¦ — CT
- ww συνδουλους ¦ συνδουλους αυτου ANT CT
- xx εσθιειν δε και πινειν ¦ εσθιειν τε και πινειν PCK ¦ εσθιη δε και πινη ANT CT