Link to home pageLanguagesLink to all Bible versions on this site
22
1 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν *αυτοις εν παραβολαις ¦ εν παραβολαις αυτοις CTαὐτοῖς ἐν παραβολαῖς, λέγων, 2 Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ· 3 καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. 4 Πάλιν ἀπέστειλεν ἄλλους δούλους, λέγων, Εἴπατε τοῖς κεκλημένοις. Ἰδού, τὸ ἄριστόν μου ητοιμασα ¦ ητοιμακα CTἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. 5 Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ο ¦ ος CTὁ μὲν εἰς τὸν ἴδιον ἀγρόν, §ο ¦ ος CTὁ δὲ *εις ¦ επι CTεἰς τὴν ἐμπορίαν αὐτοῦ· 6 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. 7 και ακουσας ο βασιλευς εκεινος ¦ ακουσας δε ο βασιλευς TR ¦ ακουσας δε ο βασιλευς εκεινος ANT ¦ ο δε βασιλευς CTΚαὶ ἀκούσας ὁ βασιλεὺς ἐκεῖνος ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε. 8 Τότε λέγει τοῖς δούλοις αὐτοῦ, Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι. 9 Πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους αν ¦ εαν ANT BYZ CTἂν εὕρητε, καλέσατε εἰς τοὺς γάμους. 10 Καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας §οσους ¦ ους CTὅσους εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ *γαμος ¦ νυμφων WHγάμος ἀνακειμένων.

11 Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου· 12 καὶ λέγει αὐτῷ, Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; Ὁ δὲ ἐφιμώθη. 13 Τότε ειπεν ο βασιλευς ¦ ο βασιλευς ειπε CTεἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις, Δήσαντες αὐτοῦ ποδας και χειρας ¦ χειρας και ποδας BYZ PCKπόδας καὶ χεῖρας, §αρατε αυτον και εκβαλετε ¦ εκβαλετε αυτον NA SBL WHἄρατε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 14 Πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.

15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. 16 Καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν, *λεγοντες ¦ λεγοντας TH WHλέγοντες, Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων. 17 ειπε ¦ ειπον SBL WHΕἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; Ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ; 18 Γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπε, Τί με πειράζετε, ὑποκριταί; 19 Ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. Οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. 20 Καὶ λέγει αὐτοῖς, Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; 21 Λέγουσιν αυτω ¦ — WHαὐτῷ, Καίσαρος. Τότε λέγει αὐτοῖς, Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. 22 Καὶ ἀκούσαντες ἐθαύμασαν· καὶ ἀφέντες αὐτὸν §απηλθον ¦ απηλθαν CTἀπῆλθον.

23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, *οι ¦ — BYZ CTοἱ λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτόν, 24 λέγοντες, Διδάσκαλε, μωσης ¦ μωυσης CTΜωσῆς εἶπεν, Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 25 Ἦσαν δὲ παρ᾽ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμησας ¦ γημας CTγαμήσας ἐτελεύτησε· καὶ μὴ ἔχων σπέρμα, ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ. 26 Ὁμοίως καὶ ὁ δεύτερος, καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά. 27 Ὕστερον δὲ πάντων ἀπέθανε §και ¦ — CTκαὶ ἡ γυνή. 28 Ἐν τῇ *ουν αναστασει ¦ αναστασει ουν CTοὖν ἀναστάσει, τίνος τῶν ἑπτὰ ἔσται γυνη ¦ η γυνη ANTγυνή; Πάντες γὰρ ἔσχον αὐτήν.

29 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πλανᾶσθε, μὴ εἰδότες τὰς γραφάς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. 30 Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε εκγαμιζονται ¦ γαμιζονται CTἐκγαμίζονται, ἀλλ᾽ ὡς ἄγγελοι §του θεου ¦ θεου ANT SBL TH ¦ — NA WHτοῦ Θεοῦ ἐν *ουρανω ¦ τω ουρανω CTοὐρανῷ εἰσι. 31 Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν, οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ, λέγοντος, 32 Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ; Οὐκ ἔστιν ὁ Θεὸς θεος ¦ — CTΘεὸς νεκρῶν, ἀλλὰ ζώντων. 33 Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.

34 Οἱ δὲ Φαρισαῖοι, ἀκούσαντες ὅτι ἐφίμωσε τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό. 35 Καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικός, πειράζων αὐτόν, και λεγων ¦ — CTκαὶ λέγων, 36 Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; 37 Ὁ δὲ §ιησους ¦ — CTἸησοῦς *εφη ¦ ειπεν TRἔφη αὐτῷ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐν ὅλῃ καρδια ¦ τη καρδια ANT NA PCK SBL TH TRκαρδίᾳ σου, καὶ ἐν ὅλῃ ψυχη ¦ τη ψυχη ANT CT PCK TRψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου. 38 Αὕτη ἐστὶ §πρωτη και μεγαλη ¦ η μεγαλη και πρωτη CTπρώτη καὶ μεγάλη ἐντολή. 39 Δευτέρα *δε ¦ — TH WHδὲ ὁμοία αὐτῇ ¦ αὕτη BYZ PCK WHαὐτῇ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 40 Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος και οι προφηται κρεμανται ¦ κρεμαται και οι προφηται CTκαὶ οἱ προφῆται κρέμανται.

41 Συνηγμένων δὲ τῶν Φαρισαίων, ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς, 42 λέγων, Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; Τίνος υἱός ἐστι; Λέγουσιν αὐτῷ, Τοῦ §δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυίδ. 43 Λέγει αὐτοῖς, Πῶς οὖν *δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυὶδ ἐν πνεύματι κυριον αυτον καλει ¦ καλει αυτον κυριον NA SBL WH ¦ καλει κυριον αυτον THΚύριον αὐτὸν καλεῖ, λέγων,

 
44 Εἶπεν ο ¦ — CTὁ Κύριος τῷ Κυρίῳ μου,
Κάθου ἐκ δεξιῶν μου,
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου §υποποδιον ¦ υποκατω CTὑποπόδιον τῶν ποδῶν σου;
 
45 Εἰ οὖν *δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυὶδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι; 46 Καὶ οὐδεὶς ἐδύνατο αυτω αποκριθηναι ¦ αποκριθηναι αυτω CT PCKαὐτῷ ἀποκριθῆναι λόγον· οὐδὲ ἐτόλμησέ τις ἀπ᾽ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

<- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23 ->