20
The Parable of the Workers in the Vineyard
1 Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 2 [a]Καὶ συμφωνήσας μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 3 Καὶ ἐξελθὼν περὶ [b]τρίτην ὥραν, εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς· 4 [c]καὶ ἐκείνοις εἶπεν, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. 5 Οἱ δὲ ἀπῆλθον. [d]Πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ [e]ἐνάτην ὥραν, ἐποίησεν ὡσαύτως. 6 Περὶ δὲ τὴν ἑνδεκάτην [f]ὥραν ἐξελθών, εὗρεν ἄλλους ἑστῶτας [g]ἀργούς, καὶ λέγει αὐτοῖς, Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; 7 Λέγουσιν αὐτῷ, Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Λέγει αὐτοῖς, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, [h]καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε.8 Ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ, Κάλεσον τοὺς ἐργάτας, καὶ ἀπόδος [i]αὐτοῖς τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. 9 [j]Καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. 10 [k]Ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι [l]πλείονα [m]λήψονται· καὶ ἔλαβον [n]καὶ αὐτοὶ ἀνὰ δηνάριον. 11 Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου, 12 λέγοντες [o]ὅτι Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους [p]ἡμῖν αὐτοὺς ἐποίησας, τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. 13 Ὁ δὲ ἀποκριθεὶς [q]εἶπεν ἑνὶ αὐτῶν, Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; 14 Ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. 15 [r]Ἢ οὐκ ἔξεστί μοι [s]ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς; [t]Εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι; 16 Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι· [u]πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
Jesus Predicts His Death and Resurrection a Third Time
17 [v]Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβε τοὺς δώδεκα μαθητὰς κατ᾽ ἰδίαν
[w]ἐν τῇ ὁδῷ, καὶ εἶπεν αὐτοῖς,
18 Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, 19 καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι· καὶ τῇ τρίτῃ ἡμέρᾳ [x]ἀναστήσεται. The Request of the Mother of James and John
20 Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς, προσκυνοῦσα καὶ αἰτοῦσά τι
[y]παρ᾽ αὐτοῦ.
21 Ὁ δὲ εἶπεν αὐτῇ,
Τί θέλεις; Λέγει αὐτῷ, Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου, εἷς ἐκ δεξιῶν
[z]σου, καὶ εἷς ἐξ εὐωνύμων
[aa]σου, ἐν τῇ βασιλείᾳ σου.
22 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν,
Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν, [bb]ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; Λέγουσιν αὐτῷ, Δυνάμεθα.
23 [cc]Καὶ λέγει αὐτοῖς,
Τὸ μὲν ποτήριόν μου πίεσθε, [dd]καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων [ee]μου οὐκ ἔστιν [ff]ἐμὸν δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου. 24 Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν.
25 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν,
Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν. 26 Οὐχ οὕτω [gg]δὲ [hh]ἔσται [ii]ἐν ὑμῖν· ἀλλ᾽ ὃς [jj]ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι [kk]ἔσται ὑμῶν διάκονος· 27 καὶ ὃς [ll]ἐὰν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, [mm]ἔστω ὑμῶν δοῦλος· 28 ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. Jesus Heals Two Blind Men
29 Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ
[nn]Ἰεριχώ, ἠκολούθησεν αὐτῷ ὄχλος πολύς.
30 Καὶ ἰδού, δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν, λέγοντες,
[oo]Ἐλέησον ἡμᾶς, Κύριε,
[pp]υἱὸς
[qq]Δαυίδ.
31 Ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν. Οἱ δὲ μεῖζον
[rr]ἔκραζον, λέγοντες,
[ss]Ἐλέησον ἡμᾶς, Κύριε,
[tt]υἱὸς
[uu]Δαυίδ.
32 Καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτούς, καὶ εἶπε,
Τί θέλετε ποιήσω ὑμῖν; 33 Λέγουσιν αὐτῷ, Κύριε, ἵνα
[vv]ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί.
34 Σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν
[ww]ὀφθαλμῶν αὐτῶν· καὶ εὐθέως ἀνέβλεψαν
[xx]αὐτῶν οἱ ὀφθαλμοί, καὶ ἠκολούθησαν αὐτῷ.
<- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21 ->
- a και συμφωνησας ¦ συμφωνησας δε CT TR
- b τριτην ¦ την τριτην TR
- c και εκεινοις ¦ κακεινοις TR
- d παλιν ¦ παλιν δε NA TH WH
- e ενατην ¦ εννατην TR
- f ωραν ¦ — CT
- g αργους ¦ — CT
- h και ο εαν η δικαιον ληψεσθε ¦ — CT
- i αυτοις ¦ — WH
- j και ελθοντες ¦ ελθοντες δε WH
- k ελθοντες δε ¦ και ελθοντες CT
- l πλειονα ¦ πλειον CT
- m ληψονται ¦ λημψονται CT
- n και αυτοι ανα δηναριον ¦ το ανα δηναριον και αυτοι CT
- o οτι ¦ — CT
- p ημιν αυτους ¦ αυτους ημιν SBL WH
- q ειπεν ενι αυτων ¦ ενι αυτων ειπεν CT
- r η ¦ — SBL WH
- s ποιησαι ο θελω ¦ ο θελω ποιησαι CT
- t ει ¦ η CT
- u πολλοι γαρ εισι κλητοι ολιγοι δε εκλεκτοι 97.5% ¦ — CT 1.4%
- v και αναβαινων ο ¦ μελλων δε αναβαινειν WH
- w εν τη οδω και ¦ και εν τη οδω CT
- x αναστησεται ¦ εγερθησεται CT
- y παρ ¦ απ NA TH WH
- z σου ¦ — WH
- aa σου ¦ — TR
- bb η το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι ¦ και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι TR ¦ — CT
- cc και ¦ — CT
- dd και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθησεσθε ¦ — CT
- ee μου ¦ — CT
- ff εμον ¦ εμον τουτο NA
- gg δε ¦ — ANT CT
- hh εσται ¦ εστιν WH
- ii εν ¦ — PCK
- jj εαν ¦ αν SBL TH WH
- kk εσται ¦ εστω TR
- ll εαν ¦ αν CT
- mm εστω ¦ εσται ANT CT PCK
- nn ιεριχω ¦ ιερειχω TH WH
- oo ελεησον ημας κυριε ¦ κυριε ελεησον ημας SBL WH ¦ ελεησον ημας ιησου TH
- pp υιος ¦ υιε TH
- qq δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
- rr εκραζον ¦ εκραξαν CT
- ss ελεησον ημας κυριε ¦ κυριε ελεησον ημας SBL TH WH
- tt υιος ¦ υιε TH
- uu δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
- vv ανοιχθωσιν ημων οι οφθαλμοι ¦ ανοιγωσιν οι οφθαλμοι ημων CT
- ww οφθαλμων ¦ ομματων CT
- xx αυτων οι οφθαλμοι ¦ — CT