3 Καὶ [a]προσῆλθον αὐτῷ [b]οἱ Φαρισαῖοι πειράζοντες αὐτόν, καὶ λέγοντες [c]αὐτῷ, Εἰ ἔξεστιν [d]ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; 4 Ὁ δὲ ἀποκριθεὶς εἶπεν [e]αὐτοῖς, Οὐκ ἀνέγνωτε ὅτι ὁ [f]ποιήσας ἀπ᾽ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, 5 καὶ εἶπεν, [g]Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν §πατερα ¦ πατερα αυτου 𝔐pt ANT PCKπατέρα καὶ τὴν μητέρα, καὶ *προσκολληθησεται ¦ κολληθησεται 𝔐pt ANT CTπροσκολληθήσεται [j]τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν; 6 Ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. 7 Λέγουσιν αὐτῷ, Τί οὖν [k]Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου, καὶ ἀπολῦσαι [l]αὐτήν; 8 Λέγει αὐτοῖς ὅτι [m]Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· ἀπ᾽ ἀρχῆς δὲ οὐ γέγονεν οὕτω. 9 Λέγω δὲ ὑμῖν [n]ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, [o]μὴ ἐπὶ πορνείᾳ, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται· [p]καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.
10 Λέγουσιν αὐτῷ οἱ μαθηταὶ [q]αὐτοῦ, Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι. 11 Ὁ δὲ εἶπεν αὐτοῖς, Οὐ πάντες χωροῦσι τὸν λόγον [r]τοῦτον, ἀλλ᾽ οἷς δέδοται. 12 Εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτω· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δυνάμενος χωρεῖν χωρείτω.
23 Ὁ δὲ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ, Ἀμὴν λέγω ὑμῖν ὅτι [jj]δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 24 Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ [kk]τρυπήματος ῥαφίδος [ll]διελθεῖν, ἢ πλούσιον [mm]εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 25 Ἀκούσαντες δὲ οἱ μαθηταὶ [nn]αὐτοῦ ἐξεπλήσσοντο σφόδρα, λέγοντες, Τίς ἄρα δύναται σωθῆναι; 26 Ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα *δυνατα ¦ δυνατα εστι 𝔐pt ANT TRδυνατά. 27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; 28 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ [pp]παλιγγενεσίᾳ ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, [qq]καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 29 Καὶ πᾶς [rr]ὃς ἀφῆκεν οἰκίας, ἢ ἀδελφούς, ἢ ἀδελφάς, ἢ πατέρα, ἢ μητέρα, [ss]ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγρούς, ἕνεκεν τοῦ [tt]ὀνόματός μου, [uu]ἑκατονταπλασίονα [vv]λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. 30 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.
<- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20 ->- a προσηλθον ¦ προσηλθαν WH
- b οι ¦ — CT
- c αυτω ¦ — CT
- d ανθρωπω ¦ — WH
- e αυτοις ¦ — CT
- f ποιησας ¦ κτισας CT
- g ενεκεν ¦ ενεκα CT
- h πατερα ¦ πατερα αυτου 𝔐pt ANT PCK
- i προσκολληθησεται ¦ κολληθησεται 𝔐pt ANT CT
- j τη γυναικι ¦ προς την γυναικα PCK
- k μωσης ¦ μωυσης CT
- l αυτην ¦ — WH
- m μωσης ¦ μωυσης CT
- n οτι ¦ — TH
- o μη ¦ ει μη TR
- p και ο απολελυμενην γαμησας μοιχαται ¦ — NA WH
- q αυτου ¦ — SBL WH
- r τουτον ¦ — WH
- s προσηνεχθη ¦ προσηνεχθησαν CT
- t τας χειρας επιθη αυτοις ¦ επιθη αυτοις τας χειρας ANT
- u αυτοις τας χειρας ¦ τας χειρας αυτοις ANT CT
- v εις ¦ εις τις PCK
- w ειπεν αυτω ¦ αυτω ειπε CT
- x αγαθε ¦ — CT
- y εχω ¦ σχω CT
- z λεγεις αγαθον ουδεις αγαθος ει μη εις ο θεος 97.7% ¦ ερωτας περι του αγαθου εις εστιν ο αγαθος CT 0.2%
- aa εισελθειν εις την ζωην ¦ εις την ζωην εισελθειν CT
- bb τηρησον ¦ τηρει WH
- cc ειπε ¦ εφη WH
- dd πατερα ¦ πατερα σου TR
- ee παντα ταυτα ¦ ταυτα παντα WH
- ff εφυλαξαμην εκ νεοτητος μου ¦ εφυλαξα CT
- gg πτωχοις ¦ τοις πτωχοις NA TH WH
- hh ουρανω ¦ ουρανοις CT
- ii λογον ¦ λογον τουτον WH
- jj δυσκολως πλουσιος ¦ πλουσιος δυσκολως CT
- kk τρυπηματος ¦ τρηματος WH
- ll διελθειν ¦ εισελθειν SBL WH
- mm εις την βασιλειαν του θεου εισελθειν ¦ εισελθειν εις την βασιλειαν του θεου NA TH ¦ εις την βασιλειαν του θεου SBL WH
- nn αυτου ¦ — CT
- oo δυνατα ¦ δυνατα εστι 𝔐pt ANT TR
- pp παλιγγενεσια ¦ παλινγενεσια TH WH
- qq καθισεσθε ¦ καθησεσθε CT
- rr ος ¦ οστις CT
- ss η γυναικα ¦ — NA WH
- tt ονοματος μου ¦ εμου ονοματος WH
- uu εκατονταπλασιονα ¦ πολλαπλασιονα WH
- vv ληψεται ¦ λημψεται CT