23 Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. 24 Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, [aa]προσηνέχθη [bb]αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. 25 Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος [cc]αὐτοῦ πραθῆναι, καὶ τὴν γυναῖκα [dd]αὐτοῦ καὶ τὰ τέκνα, καὶ πάντα ὅσα [ee]εἶχε, καὶ ἀποδοθῆναι. 26 Πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ, λέγων, [ff]Κύριε, μακροθύμησον ἐπ᾽ ἐμοί, καὶ πάντα [gg]σοι ἀποδώσω. 27 Σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ [hh]δάνειον ἀφῆκεν αὐτῷ. 28 Ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγε, λέγων, Ἀπόδος [ii]μοι [jj]εἴ τι ὀφείλεις. 29 Πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ [kk]εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτόν, λέγων, Μακροθύμησον ἐπ᾽ ἐμοί, καὶ [ll]ἀποδώσω σοι. 30 Ὁ δὲ οὐκ ἤθελεν, ‡αλλα ¦ αλλ NA28 SCRἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακήν, ἕως [nn]οὗ ἀποδῷ τὸ ὀφειλόμενον. 31 Ἰδόντες [oo]δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα· καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ [pp]ἑαυτῶν πάντα τὰ γενόμενα. 32 Τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ, Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· 33 οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς [qq]καὶ ἐγώ σε ἠλέησα; 34 Καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον [rr]αὐτῷ. 35 Οὕτω καὶ ὁ πατήρ μου ὁ [ss]ἐπουράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν [tt]τὰ παραπτώματα αὐτῶν.
<- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19 ->- a ο ιησους ¦ — CT
- b ταπεινωσει ¦ ταπεινωση TR
- c παιδιον τοιουτον εν ¦ εν παιδιον τοιουτο CT
- d εις ¦ επι TR ¦ περι NA TH WH
- e εστιν ¦ — NA SBL WH
- f εκεινω ¦ — CT
- g αυτα ¦ αυτον CT
- h χωλον η κυλλον ¦ κυλλον η χωλον NA SBL WH
- i ηλθε γαρ ο υιος του ανθρωπου σωσαι το απολωλος 82.6% ¦ ηλθε γαρ ο υιος του ανθρωπου ζητησαι και σωσαι το απολωλος MSS 15.2% ¦ — CT 1.5%
- j αφεις ¦ αφησει CT
- k ενενηκοντα ¦ εννενηκοντα TR
- l πορευθεις ¦ και πορευθεις CT
- m ενενηκοντα ¦ εννενηκοντα TR
- n υμων ¦ μου WH
- o εις ¦ εν CT
- p αμαρτηση ¦ αμαρτη PCK
- q εις σε ¦ — WH
- r και ¦ — CT PCK
- s ειπε ¦ ειπον SBL WH
- t εαν ¦ αν TH
- u τω ¦ — CT
- v τω ¦ — CT
- w αμην ¦ — TR
- x υμων συμφωνησωσιν ¦ συμφωνησωσιν εξ υμων CT
- y αυτω ο πετρος ειπε ¦ ο πετρος ειπεν αυτω NA WH
- z αλλ ¦ αλλα NA27 SBL TH WH
- aa προσηνεχθη ¦ προσηχθη WH
- bb αυτω εις ¦ εις αυτω WH
- cc αυτου ¦ — CT
- dd αυτου ¦ — NA SBL WH
- ee ειχε ¦ εχει CT
- ff κυριε ¦ — NA SBL WH
- gg σοι αποδωσω ¦ αποδωσω σοι CT
- hh δανειον ¦ δανιον WH
- ii μοι ¦ — CT
- jj ει ¦ ο TR
- kk εις τους ποδας αυτου ¦ — CT
- ll αποδωσω ¦ παντα αποδωσω TR
- mm αλλα ¦ αλλ NA28 SCR
- nn ου ¦ — NA TH WH
- oo δε ¦ ουν CT
- pp ἑαυτῶν ¦ αὐτῶν TR
- qq και εγω ¦ καγω CT
- rr αυτω ¦ — NA SBL WH
- ss επουρανιος ¦ ουρανιος CT
- tt τα παραπτωματα αυτων ¦ — CT