Link to home pageLanguagesLink to all Bible versions on this site
17
The Transfiguration
1 Καὶ μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ [a]Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν. 2 Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ εγενοντο ¦ εγενετο 𝔐pt ANT CT PCK TRἐγένοντο λευκὰ ὡς τὸ φῶς. 3 Καὶ ἰδού, [c]ὤφθησαν αὐτοῖς [d]Μωσῆς καὶ [e]Ἠλίας, [f]μετ᾽ αὐτοῦ συλλαλοῦντες. 4 Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ, Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, [g]ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν, καὶ [h]Μωσῇ μίαν, καὶ [i]μίαν Ἠλίᾳ. 5 Ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, νεφέλη [j]φωτεινὴ ἐπεσκίασεν αὐτούς· καὶ ἰδού, φωνὴ ἐκ τῆς νεφέλης, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· [k]αὐτοῦ ἀκούετε. 6 Καὶ ἀκούσαντες οἱ μαθηταὶ [l]ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν, καὶ ἐφοβήθησαν σφόδρα. 7 Καὶ [m]προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν, Ἐγέρθητε καὶ μὴ φοβεῖσθε. 8 Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν, οὐδένα εἶδον, εἰ μὴ [n]τὸν Ἰησοῦν μόνον.

9 Καὶ καταβαινόντων αὐτῶν [o]ἐκ τοῦ ὄρους, ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς, λέγων, Μηδενὶ εἴπητε τὸ ὅραμα, ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν [p]ἀναστῇ. 10 Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ [q]αὐτοῦ λέγοντες, Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι [r]Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 11 Ὁ δὲ [s]Ἰησοῦς ἀποκριθεὶς εἶπεν [t]αὐτοῖς, [u]Ἠλίας μὲν ἔρχεται [v]πρῶτον, καὶ ἀποκαταστήσει πάντα· 12 λέγω δὲ ὑμῖν ὅτι [w]Ἠλίας ἤδη ἦλθε, καὶ οὐκ ἐπέγνωσαν αὐτόν, §αλλα ¦ αλλ ANT NA28 PCK TH TRἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτω καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾽ αὐτῶν. 13 Τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ [y]Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.

Jesus Heals a Demon-Possessed Boy
14 Καὶ ἐλθόντων [z]αὐτῶν πρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν [aa]αὐτὸν 15 καὶ λέγων, Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς [bb]πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ. 16 Καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 17 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε [cc]ἔσομαι μεθ᾽ ὑμῶν; Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετέ μοι αὐτὸν ὧδε. 18 Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾽ αὐτοῦ τὸ δαιμόνιον, καὶ [dd]ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. 19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾽ ἰδίαν [ee]εἶπον, Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 20 Ὁ δὲ [ff]Ἰησοῦς εἶπεν αὐτοῖς, Διὰ τὴν [gg]ἀπιστίαν ὑμῶν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, [hh]Μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. 21 [ii]Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.
Jesus Predicts His Death and Resurrection a Second Time
22 [jj]Ἀναστρεφομένων δὲ αὐτῶν [kk]ἐν τῇ Γαλιλαίᾳ, εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, 23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. Καὶ ἐλυπήθησαν σφόδρα.
Paying the Temple Tax
24 Ἐλθόντων δὲ αὐτῶν εἰς [ll]Καπερναούμ, προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ [mm]εἶπον, Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; 25 Λέγει, Ναί. Καὶ [nn]ὅτε εἰσῆλθεν εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς, λέγων, Τί σοι δοκεῖ, Σίμων; Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; Ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων; 26 [oo]Λέγει αὐτῷ ὁ Πέτρος, Ἀπὸ τῶν ἀλλοτρίων. Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. 27 Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς [pp]τὴν θάλασσαν βάλε ἄγκιστρον, καὶ τὸν αναβαινοντα ¦ αναβαντα 𝔐pt ANT CT PCK TRἀναβαίνοντα πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.

<- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18 ->