ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ
2 Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ· Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ· Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ· 3 Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ· Φαρὲς δὲ ἐγέννησε τὸν Ἑσρώμ· Ἑσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ· 4 Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ· Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών· Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών· 5 Σαλμὼν δὲ ἐγέννησε τὸν [b]Βοὸζ ἐκ τῆς Ῥαχάβ· [c]Βοὸζ δὲ ἐγέννησε τὸν [d]Ὠβὴδ ἐκ τῆς Ῥούθ· [e]Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί· 6 Ἰεσσαὶ δὲ ἐγέννησε τὸν [f]Δαυὶδ τὸν βασιλέα.
12 Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος, Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ· Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ· 13 Ζοροβάβελ δὲ ἐγέννησε τὸν Ἀβιούδ· Ἀβιοὺδ δὲ ἐγέννησε τὸν [p]Ἐλιακείμ· Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ· 14 Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ· Σαδὼκ δὲ ἐγέννησε τὸν [q]Ἀχείμ· Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ· 15 Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ· Ἐλεάζαρ δὲ ἐγέννησε τὸν [r]Ματθάν· Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ· 16 Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς, ὁ λεγόμενος Χριστός.
17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως [s]Δαυὶδ γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ [t]Δαυὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ, γενεαὶ δεκατέσσαρες.
- a δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
- b βοοζ ¦ βοες CT
- c βοοζ ¦ βοες CT
- d ωβηδ ¦ ιωβηδ CT
- e ωβηδ ¦ ιωβηδ CT
- f δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
- g δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
- h ο βασιλευς ¦ — CT
- i σολομωνα ¦ σολομωντα TR
- j ασα ασα ¦ ασαφ ασαφ CT
- k οζιαν οζιας ¦ οζειαν οζειας TH WH
- l αχαζ αχαζ ¦ αχας αχας WH
- m μανασση ¦ μανασσην PCK
- n αμων αμων ¦ αμως αμως CT
- o ιωσιαν ιωσιας ¦ ιωσειαν ιωσειας TH WH
- p ελιακειμ ελιακειμ ¦ ελιακιμ ελιακιμ NA SBL
- q αχειμ αχειμ ¦ αχιμ αχιμ NA SBL
- r ματθαν ματθαν ¦ μαθθαν μαθθαν WH
- s δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
- t δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
- u γεννησις ¦ γενεσις CT
- v γαρ ¦ — CT
- w παραδειγματισαι ¦ δειγματισαι CT
- x δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
- y μαριαμ ¦ μαριαν NA SBL WH
- z του ¦ — CT
- aa διεγερθεις ¦ εγερθεις CT
- bb τον υιον αυτης τον πρωτοτοκον 98.6% ¦ υιον CT 0.5%