6
Jesus Is Lord of the Sabbath
1 Ἐγένετο δὲ ἐν σαββάτῳ [a]δευτεροπρώτῳ διαπορεύεσθαι αὐτὸν διὰ [b]τῶν σπορίμων· καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ [c]τοὺς στάχυας, καὶ ἤσθιον, ψώχοντες ταῖς χερσί. 2 Τινὲς δὲ τῶν Φαρισαίων [d]εἶπον [e]αὐτοῖς, Τί ποιεῖτε ὃ οὐκ ἔξεστι [f]ποιεῖν ἐν τοῖς σάββασι; 3 Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς, Οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησε [g]Δαυίδ, [h]ὁπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ [i]ὄντες; 4 Ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως [j]ἔλαβε, καὶ ἔφαγε, καὶ ἔδωκε [k]καὶ τοῖς μετ᾽ αὐτοῦ, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς; 5 Καὶ ἔλεγεν αὐτοῖς [l]ὅτι Κύριός ἐστιν [m]ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
Jesus Heals a Man with a Withered Hand
6 Ἐγένετο δὲ [n]καὶ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν [o]ἐκεῖ ἄνθρωπος, καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά. 7 [p]Παρετήρουν [q]δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, εἰ [r]ἐν τῷ σαββάτῳ [s]θεραπεύσει· ἵνα εὕρωσι [t]κατηγορίαν αὐτοῦ. 8 Αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, [u]καὶ εἶπε τῷ [v]ἀνθρώπῳ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα, [w]Ἔγειραι, καὶ στῆθι εἰς τὸ μέσον. [x]Ὁ δὲ ἀναστὰς ἔστη. 9 Εἶπεν [y]οὖν ὁ Ἰησοῦς πρὸς αὐτούς, [z]Ἐπερωτήσω ὑμᾶς [aa]τι, Ἔξεστι [bb]τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; Ψυχὴν σῶσαι ἢ [cc]ἀποκτεῖναι; 10 Καὶ περιβλεψάμενος πάντας αὐτούς, εἶπεν [dd]αὐτῷ, Ἔκτεινον τὴν χεῖρά σου. Ὁ δὲ [ee]ἐποίησε καὶ [ff]ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ [gg]ὑγιὴς ὡς ἡ ἄλλη. 11 Αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας· καὶ διελάλουν πρὸς ἀλλήλους, τί ἂν [hh]ποιήσειαν τῷ Ἰησοῦ.
The Twelve Apostles
12 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις [ii]ἐξῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι· καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ. 13 Καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς μαθητὰς αὐτοῦ· καὶ ἐκλεξάμενος ἀπ᾽ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασε, 14 Σίμωνα ὃν καὶ ὠνόμασε Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, [jj]Ἰάκωβον καὶ [kk]Ἰωάννην, [ll]Φίλιππον καὶ Βαρθολομαῖον, 15 [mm]Ματθαῖον καὶ Θωμᾶν, [nn]Ἰάκωβον [oo]τὸν τοῦ Ἁλφαίου, καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτήν, 16 [pp]Ἰούδαν Ἰακώβου, καὶ Ἰούδαν [qq]Ἰσκαριώτην, ὃς [rr]καὶ ἐγένετο προδότης.
Jesus Ministers to Great Crowds
17 Καὶ καταβὰς μετ᾽ αὐτῶν, ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ [ss]ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ [tt]Σιδῶνος, οἳ [uu]ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· 18 καὶ οἱ [vv]ὀχλούμενοι *υπο ¦ απο 𝔐pt ANT CTὑπὸ πνευμάτων ἀκαθάρτων, [xx]καὶ ἐθεραπεύοντο. 19 Καὶ πᾶς ὁ ὄχλος [yy]ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾽ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.
The Beatitudes
20 Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε,
Μακάριοι οἱ πτωχοί,
ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.
21 Μακάριοι οἱ πεινῶντες νῦν,
ὅτι χορτασθήσεσθε.
Μακάριοι οἱ κλαίοντες νῦν,
ὅτι γελάσετε.
22 Μακάριοί ἐστε, ὅταν [zz]μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 23 []Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γάρ, ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ []ταῦτα γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.
24 Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις,
ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν.
ὅτι πεινάσετε.
ὅτι πενθήσετε καὶ κλαύσετε.
26 []Οὐαὶ ὅταν []καλῶς ὑμᾶς εἴπωσιν ‡οι 59.8% ¦ παντες οι 𝔐pt ANT CT PCK TR 38.9%οἱ ἄνθρωποι· κατὰ []ταῦτα γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.
Love for Enemies
27 *αλλ ¦ αλλα 𝔐pt ANT NA27 PCK SBL TH WHἈλλ᾽ ὑμῖν λέγω τοῖς ἀκούουσιν, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς []μισοῦσιν ὑμᾶς, 28 εὐλογεῖτε τοὺς καταρωμένους []ὑμῖν, []προσεύχεσθε []ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. 29 Τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα, πάρεχε καὶ τὴν ἄλλην· καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον, καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. 30 Παντὶ []δὲ τῷ αἰτοῦντί σε δίδου· καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. 31 Καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, []καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. 32 Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. 33 []Καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; Καὶ []γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι. 34 Καὶ ἐὰν []δανείζητε παρ᾽ ὧν []ἐλπίζετε []ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; Καὶ []γὰρ []ἁμαρτωλοὶ ἁμαρτωλοῖς []δανείζουσιν, ἵνα ἀπολάβωσι τὰ ἴσα. 35 Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ ἀγαθοποιεῖτε, καὶ []δανείζετε, μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ []ὑψίστου· ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. 36 []Γίνεσθε []οὖν []οἰκτίρμονες, καθὼς []καὶ ὁ πατὴρ ὑμῶν []οἰκτίρμων ἐστί.
Judging Others
37 []Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε. []Μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε· ἀπολύετε, καὶ ἀπολυθήσεσθε· 38 δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλόν, πεπιεσμένον []καὶ σεσαλευμένον []καὶ []ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. []Τῷ γὰρ αὐτῷ μέτρῳ ᾧ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.
39 Εἶπε []δὲ παραβολὴν αὐτοῖς, Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; Οὐχὶ ἀμφότεροι εἰς βόθυνον []πεσοῦνται; 40 Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον []αὐτοῦ· κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ. 41 Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς; 42 []Ἢ πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου, Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ βλέπων; Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις []ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου.
A Tree Is Known by Its Fruit
43 Οὐ γάρ ἐστι δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν· []οὐδὲ δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν. 44 Ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ []γινώσκεται. Οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσι σῦκα, οὐδὲ ἐκ βάτου []τρυγῶσι σταφυλήν. 45 Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας []αὐτοῦ προφέρει τὸ ἀγαθόν, καὶ ὁ πονηρὸς []ἄνθρωπος ἐκ τοῦ πονηροῦ []θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ []τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.
The Two Foundations
46 Τί δέ με καλεῖτε, Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω; 47 Πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος· 48 ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν, []ὃς ἔσκαψε καὶ ἐβάθυνε, καὶ ἔθηκε θεμέλιον ἐπὶ τὴν πέτραν· []πλημμύρας δὲ γενομένης, []προσέρρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσε σαλεῦσαι αὐτήν· []τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. 49 Ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι []οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου· ᾗ []προσέρρηξεν ὁ ποταμός, καὶ []εὐθέως []ἔπεσε, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.
<- ΚΑΤΑ ΛΟΥΚΑΝ 5ΚΑΤΑ ΛΟΥΚΑΝ 7 ->
- a δευτεροπρωτω 91.1% ¦ δευτερω πρωτω MSS 5.7% ¦ — CT 1.6%
- b των ¦ — CT
- c τους σταχυας και ησθιον ¦ και ησθιον τους σταχυας CT
- d ειπον ¦ ειπαν NA SBL WH
- e αυτοις ¦ — CT
- f ποιειν εν ¦ — CT
- g δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
- h οποτε ¦ οτε NA TH WH
- i οντες ¦ — TH WH
- j ελαβε και ¦ λαβων CT
- k και ¦ — CT
- l οτι ¦ — CT
- m ο υιος του ανθρωπου και του σαββατου ¦ του σαββατου ο υιος του ανθρωπου CT
- n και ¦ — CT
- o εκει ανθρωπος ¦ ανθρωπος εκει CT
- p παρετηρουν ¦ παρετηρουντο CT
- q δε ¦ δε αυτον NA TH TR WH
- r εν ¦ — PCK
- s θεραπευσει ¦ θεραπευει NA SBL WH
- t κατηγοριαν ¦ κατηγορειν CT
- u και ειπε ¦ ειπε δε CT
- v ανθρωπω ¦ ανδρι CT
- w εγειραι ¦ εγειρε ANT CT
- x ο δε ¦ και CT
- y ουν ¦ δε CT
- z επερωτησω ¦ επερωτω CT
- aa τι ¦ ει CT
- bb τοις σαββασιν ¦ τω σαββατω CT
- cc αποκτειναι ¦ απολεσαι CT TR
- dd αυτω ¦ τω ανθρωπω TR
- ee εποιησε ¦ εποιησεν ουτω PCK TR
- ff αποκατεσταθη ¦ απεκατεσταθη CT
- gg υγιης ως η αλλη ¦ ως η αλλη ANT ¦ — CT
- hh ποιησειαν ¦ ποιησαιεν CT
- ii εξηλθεν ¦ εξελθειν αυτον CT
- jj ιακωβον ¦ και ιακωβον CT
- kk ιωαννην ¦ ιωανην WH
- ll φιλιππον ¦ και φιλιππον CT
- mm ματθαιον ¦ και μαθθαιον CT
- nn ιακωβον ¦ και ιακωβον CT
- oo τον του ¦ — CT
- pp ιουδαν ¦ και ιουδαν CT
- qq ισκαριωτην ¦ ισκαριωθ CT
- rr και ¦ — CT
- ss οχλος ¦ οχλος πολυς CT
- tt σιδωνος ¦ σειδωνος TH
- uu ηλθον ¦ ηλθαν WH
- vv οχλουμενοι ¦ ενοχλουμενοι CT
- ww υπο ¦ απο 𝔐pt ANT CT
- xx και ¦ — CT
- yy εζητει ¦ εζητουν CT
- zz μισησωσιν ¦ μεισησωσιν TH
- χαρητε ¦ χαιρετε TR
- ταυτα ¦ τα αυτα ANT CT
- εμπεπλησμενοι ¦ εμπεπλησμενοι νυν CT
- υμιν ¦ — CT
- ουαι ¦ ουαι υμιν TR
- καλως υμας ειπωσιν 75.2% ¦ καλως ειπωσιν υμας PCK 21.8% ¦ υμας καλως ειπωσιν NA 0.2%
- οι 59.8% ¦ παντες οι 𝔐pt ANT CT PCK TR 38.9%
- ταυτα ¦ τα αυτα ANT CT
- αλλ ¦ αλλα 𝔐pt ANT NA27 PCK SBL TH WH
- μισουσιν ¦ μεισουσιν TH
- υμιν ¦ υμας CT PCK
- προσευχεσθε ¦ και προσευχεσθε TR
- υπερ ¦ περι CT
- δε τω ¦ — CT
- και υμεις ¦ — NA SBL WH
- και ¦ και γαρ NA TH WH
- γαρ ¦ — CT
- δανειζητε ¦ δανισητε CT
- ελπιζετε ¦ ελπιζητε SCR
- απολαβειν ¦ λαβειν CT
- γαρ ¦ — NA SBL WH
- αμαρτωλοι ¦ οι αμαρτωλοι TR
- δανειζουσιν ¦ δανιζουσιν CT
- δανειζετε ¦ δανιζετε CT
- υψιστου ¦ του υψιστου TR
- γινεσθε ¦ γεινεσθε TH
- ουν ¦ — CT
- οικτιρμονες ¦ οικτειρμονες TH
- και ¦ — SBL WH
- οικτιρμων ¦ οικτειρμων TH
- και ¦ — SCR
- μη ¦ και μη CT
- και ¦ — CT
- και ¦ — CT
- υπερεκχυνομενον ¦ υπερεκχυννομενον CT
- τω γαρ αυτω μετρω ω 90.2% ¦ τω γαρ μετρω ω MSS 5.7% ¦ ω γαρ μετρω CT 1.1%
- δε ¦ δε και CT
- πεσουνται ¦ εμπεσουνται CT
- αυτου ¦ — CT
- η ¦ — NA SBL WH
- εκβαλειν το … σου ¦ το … σου εκβαλειν CT
- ουδε ¦ ουδε παλιν CT
- γινωσκεται ¦ γεινωσκεται TH
- τρυγωσι σταφυλην ¦ σταφυλην τρυγωσιν CT
- αυτου ¦ — NA TH WH
- ανθρωπος ¦ — CT
- θησαυρου της καρδιας αυτου ¦ — CT
- του περισσευματος της ¦ περισσευματος CT
- ος ¦ ος και ANT
- πλημμυρας ¦ πλημμυρης CT
- προσερρηξεν ¦ προσερηξεν CT
- τεθεμελιωτο γαρ επι την πετραν ¦ δια το καλως οικοδομησθαι αυτην CT
- οικιαν ¦ την οικιαν PCK
- προσερρηξεν ¦ προσερηξεν CT
- ευθεως ¦ ευθυς ANT CT
- επεσε ¦ συνεπεσε CT