Link to home pageLanguagesLink to all Bible versions on this site
3
The Preaching of John the Baptist
1 Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου [a]Πιλάτου τῆς Ἰουδαίας, καὶ [b]τετραρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ [c]τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς [d]Ἀβιληνῆς [e]τετραρχοῦντος, 2 [f]ἐπὶ [g]ἀρχιερέως Ἄννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ [h]Ἰωάννην τὸν [i]Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. 3 Καὶ ἦλθεν εἰς πᾶσαν [j]τὴν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, 4 ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου [k]λέγοντος,
 
Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ,
Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·
εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
5 Πᾶσα §φαραγξ 𝔐36 ¦ φαραξ 𝔐13 φάραγξ πληρωθήσεται
καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται,
καὶ ἔσται τὰ σκολιὰ εἰς [m]εὐθεῖαν
καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·
6 καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.
 
7 Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; 8 Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἁβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἁβραάμ. 9 Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.

10 Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, Τί οὖν ποιησωμεν 𝔐25 ¦ ποιησομεν 𝔐24 ANT PCK RP TR ποιήσωμεν; 11 Ἀποκριθεὶς δὲ [o]λέγει αὐτοῖς, Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω. 12 Ἦλθον δὲ καὶ τελῶναι [p]βαπτισθῆναι καὶ [q]εἶπον πρὸς αὐτόν, Διδάσκαλε, τί ποιησωμεν 𝔐27 ¦ ποιησομεν 𝔐22 ANT PCK RP TRποιήσωμεν; 13 Ὁ δὲ εἶπε πρὸς αὐτούς, Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. 14 Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες, και ημεις τι ποιησωμεν 𝔐24 ¦ και ημεις τι ποιησομεν 𝔐24 ANT PCK RP TR ¦ τι ποιησωμεν και ημεις CTΚαὶ ἡμεῖς τί ποιήσωμεν; Καὶ εἶπε [t]πρὸς αὐτούς, Μηδένα [u]διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.

15 Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ [v]Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ Χριστός, 16 ἀπεκρίνατο [w]ὁ Ἰωάννης ἅπασι λέγων, Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί· 17 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, [x]καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.

18 Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο [y]τὸν λαόν. 19 ὁ δὲ Ἡρῴδης ὁ [z]τετράρχης, ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς [aa]τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησε πονηρῶν ὁ Ἡρῴδης, 20 προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι, [bb]καὶ κατέκλεισε τὸν [cc]Ἰωάννην ἐν [dd]τῇ φυλακῇ.

The Baptism of Jesus
21 Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν 22 καὶ καταβῆναι τὸ Πνεῦμα τὸ Ἅγιον σωματικῷ εἴδει [ee]ὡσεὶ περιστερὰν ἐπ᾽ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι [ff]λέγουσαν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός· ἐν σοὶ *ευδοκησα 𝔐33 ¦ ηυδοκησα 𝔐17 TRεὐδόκησα.
The Genealogy of Jesus
23 Καὶ αὐτὸς ἦν [hh]ὁ Ἰησοῦς [ii]ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος, ὢν, [jj]ὡς ἐνομίζετο, υἱὸς Ἰωσήφ, τοῦ *ηλι 𝔐25 ¦ ηλει 𝔐22 PCK TH WHἨλί, 24 τοῦ ματθατ 𝔐30 ¦ ματθαν 𝔐17 ANT PCK ¦ μαθθατ NA SBLΜατθάτ, τοῦ [mm]Λευΐ, τοῦ [nn]Μελχί, τοῦ [oo]Ἰαννᾶ, τοῦ Ἰωσήφ, 25 τοῦ Ματταθίου, τοῦ Ἀμώς, τοῦ Ναούμ, τοῦ εσλι 𝔐22 ¦ εσλει 𝔐18 TH WH ¦ εσλιμ ANTἘσλί, τοῦ Ναγγαί, 26 τοῦ Μαάθ, τοῦ Ματταθίου, τοῦ σεμεει 𝔐27 ¦ σεμει 𝔐21 ʀᴘ Σεμεεί, τοῦ [rr]Ἰωσήφ, τοῦ [ss]Ἰούδα, 27 τοῦ ιωανναν 𝔐15 ¦ ιωαναν 𝔐16 CT HF RP ¦ ιωναν 𝔐7 ¦ ιωαννα 𝔐6 TRἸωαννάν, τοῦ Ῥησά, τοῦ Ζοροβάβελ, τοῦ Σαλαθιήλ, τοῦ [uu]Νηρί, 28 τοῦ [vv]Μελχί, τοῦ [ww]Ἀδδί, τοῦ Κωσάμ, τοῦ [xx]Ἐλμωδάμ, τοῦ Ἤρ, 29 τοῦ [yy]Ἰωσῆ, τοῦ Ἐλιέζερ, τοῦ [zz]Ἰωρείμ, τοῦ []Ματθάτ, τοῦ []Λευΐ, 30 τοῦ []Συμεών, τοῦ Ἰούδα, τοῦ Ἰωσήφ, τοῦ §ιωναν 𝔐27 ¦ ιωανναν 𝔐10 ¦ ιωναμ CT PCK ¦ ιωνα ANTἸωνάν, τοῦ []Ἐλιακείμ, 31 τοῦ Μελεᾶ, τοῦ []Μαϊνάν, τοῦ Ματταθά, τοῦ []Νάθαν, τοῦ []Δαυίδ, 32 τοῦ Ἰεσσαί, τοῦ []Ὠβήδ, τοῦ []Βοόζ, τοῦ []Σαλμών, τοῦ Ναασσών, 33 τοῦ §αμιναδαβ 𝔐33 ¦ αμιναδαμ 𝔐16 ¦ αμιναδαβ του αδμιν NA SBL ¦ αμιναδαβ του αδμειν TH ¦ αδμειν WHἈμιναδάβ, τοῦ *αραμ του ιωραμ 𝔐31 ¦ αραμ 𝔐12 RP TR ¦ αρνι NA SBL ¦ αρνει TH WHἈράμ, τοῦ Ἰωράμ, τοῦ []Ἐσρώμ, τοῦ Φαρές, τοῦ Ἰούδα, 34 τοῦ Ἰακώβ, τοῦ Ἰσαάκ, τοῦ Ἁβραάμ, τοῦ θαρα 𝔐33 KX(78) ¦ θαρρα 𝔐16 KX(87) HF PCKΘάρα, τοῦ Ναχώρ, 35 τοῦ []Σερούχ, τοῦ []Ῥαγαῦ, τοῦ φαλεγ 𝔐33 ¦ φαλεκ 𝔐16 ANT CT PCK TRΦάλεγ, τοῦ Ἔβερ, τοῦ Σαλά, 36 τοῦ []Καϊνάν, τοῦ Ἀρφαξάδ, τοῦ Σήμ, τοῦ Νῶε, τοῦ Λάμεχ, 37 τοῦ Μαθουσάλα, τοῦ Ἐνώχ, τοῦ []Ἰάρεδ, τοῦ Μαλελεήλ, τοῦ []Καϊνάν, 38 τοῦ Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ Θεοῦ.

<- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 2ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 4 ->