10 Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, Τί οὖν [m]ποιήσομεν; 11 Ἀποκριθεὶς δὲ [n]λέγει αὐτοῖς, Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι· καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω. 12 Ἦλθον δὲ καὶ τελῶναι [o]βαπτισθῆναι, καὶ [p]εἶπον πρὸς αὐτόν, Διδάσκαλε, τί [q]ποιήσομεν; 13 Ὁ δὲ εἶπε πρὸς αὐτούς, Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. 14 Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι, λέγοντες, [r]Καὶ ἡμεῖς τί ποιήσομεν; Καὶ εἶπε [s]πρὸς αὐτούς, Μηδένα [t]διασείσητε, μηδὲ συκοφαντήσητε· καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.
15 Προσδοκῶντος δὲ τοῦ λαοῦ, καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ [u]Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ Χριστός, 16 ἀπεκρίνατο [v]ὁ Ἰωάννης, ἅπασι λέγων, Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί· 17 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, [w]καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
18 Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο [x]τὸν λαόν· 19 ὁ δὲ Ἡρῴδης ὁ [y]τετράρχης, ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς [z]τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ περὶ πάντων ὧν ἐποίησε πονηρῶν ὁ Ἡρῴδης, 20 προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι, [aa]καὶ κατέκλεισε τὸν [bb]Ἰωάννην ἐν [cc]τῇ φυλακῇ.
- a πιλατου ¦ πειλατου TH WH
- b τετραρχουντος ¦ τετρααρχουντος NA SBL WH
- c τετραρχουντος ¦ τετρααρχουντος NA SBL WH
- d αβιληνης ¦ αβειληνης WH
- e τετραρχουντος ¦ τετρααρχουντος NA SBL WH
- f επι ¦ επ ANT TR
- g αρχιερεως ¦ αρχιερεων TR
- h ιωαννην ¦ ιωανην WH
- i ζαχαριου ¦ του ζαχαριου TR
- j την ¦ — SBL TH WH
- k λεγοντος ¦ — CT
- l ευθειαν ¦ ευθειας WH
- m ποιησομεν ¦ ποιησωμεν CT HF
- n λεγει ¦ ελεγεν CT
- o βαπτισθηναι ¦ βαπτισθηναι υπ αυτου PCK
- p ειπον ¦ ειπαν NA SBL WH
- q ποιησομεν ¦ ποιησωμεν CT HF
- r και ημεις τι ποιησομεν ¦ και ημεις τι ποιησωμεν HF ¦ τι ποιησωμεν και ημεις CT
- s προς αυτους ¦ αυτοις CT
- t διασεισητε μηδε συκοφαντησητε ¦ συκοφαντησητε μηδε διασεισητε ANT
- u ιωαννου ¦ ιωανου WH
- v ο ιωαννης απασι λεγων ¦ λεγων πασιν ο ιωαννης NA SBL TH ¦ λεγων πασιν ο ιωανης WH
- w και διακαθαριει … συναξει ¦ διακαθαραι … συναγαγειν CT
- x τον λαον ¦ τω λαω PCK
- y τετραρχης ¦ τετρααρχης NA SBL WH
- z του ¦ φιλιππου του TR
- aa και ¦ — TH WH
- bb ιωαννην ¦ ιωανην WH
- cc τη ¦ — CT
- dd ωσει ¦ ως CT
- ee λεγουσαν ¦ — CT
- ff ευδοκησα ¦ ηυδοκησα TR
- gg ο ¦ — CT
- hh ωσει ετων τριακοντα αρχομενος ¦ αρχομενος ωσει ετων τριακοντα CT
- ii ως ενομιζετο υιος ¦ υιος ως ενομιζετο CT
- jj ἡλι ¦ ἠλει PCK TH ¦ ἠλι NA SBL TR ¦ ἡλει WH
- kk ματθατ ¦ ματθαν ANT PCK ¦ μαθθατ NA SBL
- ll λευι ¦ λευει TH WH
- mm μελχι ¦ μελχει TH WH
- nn ιαννα ¦ ιωαννα ANT ¦ ιανναι CT
- oo εσλι ¦ εσλιμ ANT ¦ εσλει TH WH
- pp σεμει ¦ σεμεει 𝔐pt HF ¦ σεμευ ANT ¦ σεμειν NA SBL ¦ σεμεειν TH WH
- qq ιωσηφ ¦ ιωσηχ ANT CT
- rr ιουδα ¦ ιωδα ANT CT
- ss ιωαναν ¦ ιωαννα 𝔐pt TR ¦ ιωανναν ANT PCK
- tt νηρι ¦ νηρει TH WH
- uu μελχι ¦ μελχει TH WH
- vv αδδι ¦ αδδει TH WH
- ww ελμωδαμ ¦ ελμαδαμ CT
- xx ιωση ¦ ιησου CT
- yy ιωρειμ ¦ ιωριμ NA SBL
- zz ματθατ ¦ μαθθατ CT
- λευι ¦ λευει TH WH
- συμεων ¦ σιμεων SCR
- ιωναν ¦ ιωναμ CT PCK ¦ ιωνα ANT
- ελιακειμ ¦ ελιακιμ NA SBL
- μαιναν ¦ μεναμ SCR ¦ μεννα CT
- ναθαν ¦ ναθαμ CT
- δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
- ωβηδ ¦ ιωβηδ NA TH ¦ ιωβηλ SBL WH
- βοοζ ¦ βοος CT
- σαλμων ¦ σαλα CT
- αμιναδαβ ¦ αμιναδαβ του αδμιν NA SBL ¦ αμιναδαβ του αδμειν TH ¦ αδμειν WH
- αραμ ¦ αραμ του ιωραμ 𝔐pt ANT HF PCK ¦ αρνι NA SBL ¦ αρνει TH WH
- εσρωμ ¦ εσρων WH
- θαρα ¦ θαρρα 𝔐pt HF PCK
- σερουχ ¦ σαρουχ TR
- ραγαυ ¦ ραγαβ PCK
- φαλεγ ¦ φαλεκ 𝔐pt ANT CT PCK TR
- καιναν ¦ καιναμ CT
- ιαρεδ ¦ ιαρετ CT
- καιναν ¦ καιναμ NA SBL WH