Link to home pageLanguagesLink to all Bible versions on this site
23
Jesus Brought Before Pilate
1 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν, [a]ἤγαγον αὐτὸν ἐπὶ τὸν [b]Πιλάτον. 2 Ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ, λέγοντες, Τοῦτον [c]εὕρομεν διαστρέφοντα τὸ [d]ἔθνος, καὶ κωλύοντα [e]Καίσαρι φόρους διδόναι, [f]λέγοντα [g]ἑαυτὸν Χριστὸν βασιλέα εἶναι. 3 Ὁ δὲ [h]Πιλάτος [i]ἐπηρώτησεν αὐτόν, λέγων, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη, Σὺ λέγεις. 4 Ὁ δὲ [j]Πιλάτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς [k]ὄχλους, Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. 5 Οἱ δὲ ἐπίσχυον, λέγοντες ὅτι Ἀνασείει τὸν λαόν, διδάσκων καθ᾽ ὅλης τῆς Ἰουδαίας, [l]ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.
Jesus Brought Before Herod
6 [m]Πιλάτος δὲ ἀκούσας [n]Γαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστι. 7 Καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς [o]Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. 8 Ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη [p]λίαν· ἦν γὰρ [q]θέλων ἐξ ἱκανοῦ ἰδεῖν αὐτόν, διὰ τὸ [r]ἀκούειν [s]πολλὰ περὶ αὐτοῦ· καὶ ἤλπιζέ τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦ [t]γινόμενον. 9 Ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. 10 [u]Εἱστήκεισαν δὲ οἱ [v]ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, εὐτόνως κατηγοροῦντες αὐτοῦ. 11 Ἐξουθενήσας δὲ αὐτὸν [w]ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ, καὶ ἐμπαίξας, περιβαλὼν [x]αὐτὸν ἐσθῆτα λαμπράν, ἀνέπεμψεν αὐτὸν τῷ [y]Πιλάτῳ. 12 Ἐγένοντο δὲ φίλοι ὅ τε [z]Πιλάτος καὶ ὁ Ἡρῴδης ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς [aa]ἑαυτούς.
The Crowd Calls For Jesus' Crucifixion
13 [bb]Πιλάτος δὲ [cc]συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαόν, 14 εἶπε πρὸς αὐτούς, Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον, ὡς ἀποστρέφοντα τὸν λαόν· καὶ ἰδού, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας [dd]οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾽ αὐτοῦ· 15 ἀλλ᾽ οὐδὲ Ἡρῴδης· [ee]ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν, καὶ ἰδού, οὐδὲν ἄξιον θανάτου ἐστὶ πεπραγμένον αὐτῷ. 16 Παιδεύσας οὖν αὐτὸν ἀπολύσω.

17 [ff]Ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα. 18 [gg]Ἀνέκραξαν δὲ [hh]παμπληθεί, λέγοντες, Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν [ii]Βαραββᾶν· 19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον [jj]βεβλημένος εἰς φυλακήν. 20 Πάλιν [kk]οὖν ὁ [ll]Πιλάτος [mm]προσεφώνησε, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. 21 Οἱ δὲ ἐπεφώνουν, λέγοντες, [nn]Σταύρωσον, σταύρωσον αὐτόν. 22 Ὁ δὲ τρίτον εἶπε πρὸς αὐτούς, Τί γὰρ κακὸν ἐποίησεν οὗτος; Οὐδὲν [oo]αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 23 Οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις, αἰτούμενοι αὐτὸν σταυρωθῆναι· καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν [pp]καὶ τῶν ἀρχιερέων. 24 [qq]Ὁ δὲ [rr]Πιλάτος [ss]ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν. 25 Ἀπέλυσε [tt]δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς [uu]τὴν φυλακήν, ὃν ᾐτοῦντο· τὸν δὲ Ἰησοῦν παρέδωκε τῷ θελήματι αὐτῶν.

The Crucifixion
26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι [vv]Σίμωνός τινος Κυρηναίου ἐρχομένου ἀπ᾽ ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρόν, φέρειν [ww]ὄπισθεν τοῦ Ἰησοῦ. 27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ, καὶ γυναικῶν αἳ [xx]καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. 28 Στραφεὶς δὲ πρὸς αὐτὰς [yy]ὁ Ἰησοῦς εἶπε, Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ᾽ ἐμέ, πλὴν ἐφ᾽ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν. 29 Ὅτι ἰδού, ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσι, Μακάριαι αἱ στεῖραι, καὶ [zz]κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ []ἐθήλασαν. 30 Τότε ἄρξονται λέγειν τοῖς ὄρεσι, []Πέσετε ἐφ᾽ ἡμᾶς· καὶ τοῖς βουνοῖς, Καλύψατε ἡμᾶς. 31 Ὅτι εἰ ἐν []τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;

32 Ἤγοντο δὲ καὶ ἕτεροι []δύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι. 33 Καὶ ὅτε []ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτόν, καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν. 34 []Ὁ δὲ Ἰησοῦς ἔλεγε, Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ, []ἔβαλον []κλῆρον. 35 Καὶ []εἱστήκει ὁ λαὸς θεωρῶν. Ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες []σὺν αὐτοῖς, λέγοντες, Ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστός, []ὁ τοῦ Θεοῦ ἐκλεκτός. 36 []Ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται, προσερχόμενοι []καὶ ὄξος προσφέροντες αὐτῷ, 37 καὶ λέγοντες, Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. 38 Ἦν δὲ καὶ ἐπιγραφὴ []γεγραμμένη ἐπ᾽ αὐτῷ γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς, Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν []Ἰουδαίων.

39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν, []λέγων, []Εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς. 40 Ἀποκριθεὶς δὲ ὁ ἕτερος []ἐπετίμα αὐτῷ, λέγων, Οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; 41 Καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε. 42 Καὶ ἔλεγε []τῷ Ἰησοῦ, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς []ἐν τῇ βασιλείᾳ σου. 43 Καὶ εἶπεν αὐτῷ []ὁ Ἰησοῦς, Ἀμὴν []λέγω σοι, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.

The Death of Jesus
44 []Ἦν δὲ ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας []ἐνάτης. 45 []Καὶ ἐσκοτίσθη ὁ ἥλιος, []καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. 46 Καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε, Πάτερ, εἰς χεῖράς σου []παραθήσομαι τὸ πνεῦμά μου· []καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν. 47 Ἰδὼν δὲ ὁ []ἑκατόνταρχος τὸ γενόμενον, []ἐδόξασε τὸν Θεόν, λέγων, Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. 48 Καὶ πάντες οἱ []συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, []θεωροῦντες τὰ γενόμενα, τύπτοντες []ἑαυτῶν τὰ στήθη ὑπέστρεφον. 49 Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ []αὐτοῦ []μακρόθεν, καὶ γυναῖκες αἱ []συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.
The Burial of Jesus
50 Καὶ ἰδού, ἀνὴρ ὀνόματι Ἰωσήφ, βουλευτὴς ὑπάρχων, []ἀνὴρ ἀγαθὸς καὶ δίκαιος— 51 οὗτος οὐκ ἦν []συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν—ἀπὸ Ἀριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς []καὶ προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ· 52 οὗτος προσελθὼν τῷ []Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 53 Καὶ καθελὼν []αὐτὸ ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν []αὐτὸ ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν []οὐδέπω οὐδεὶς κείμενος. 54 Καὶ ἡμέρα ἦν []Παρασκευή, σάββατον ἐπέφωσκε. 55 Κατακολουθήσασαι δὲ []γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι []αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον, καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ. 56 Ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.

<- ΚΑΤΑ ΛΟΥΚΑΝ 22ΚΑΤΑ ΛΟΥΚΑΝ 24 ->