Link to home pageLanguagesLink to all Bible versions on this site
22
The Plot to Kill Jesus
1 Ἤγγιζε δὲ ἡ ἑορτὴ τῶν ἀζύμων, ἡ λεγομένη Πάσχα. 2 Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν· ἐφοβοῦντο γὰρ τὸν λαόν.

3 Εἰσῆλθε δὲ [a]Σατανᾶς εἰς Ἰούδαν τὸν [b]ἐπικαλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα. 4 Καὶ ἀπελθὼν συνελάλησε τοῖς ἀρχιερεῦσι καὶ [c]στρατηγοῖς τὸ πῶς [d]αὐτὸν παραδῷ αὐτοῖς. 5 Καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ [e]ἀργύριον δοῦναι. 6 Καὶ ἐξωμολόγησε καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν [f]αὐτοῖς ἄτερ ὄχλου.

The Preparation of the Passover
7 Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων, [g]ἐν ᾗ ἔδει θύεσθαι τὸ Πάσχα. 8 Καὶ ἀπέστειλε Πέτρον καὶ [h]Ἰωάννην, εἰπών, Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ Πάσχα, ἵνα φάγωμεν. 9 Οἱ δὲ [i]εἶπον αὐτῷ, Ποῦ θέλεις ετοιμασομεν ¦ ετοιμασωμεν 𝔐pt ANT CT TRἑτοιμάσομεν; 10 Ὁ δὲ εἶπεν αὐτοῖς, Ἰδού, εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν, συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν [k]οὗ εἰσπορεύεται. 11 Καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας, Λέγει σοι ὁ διδάσκαλος, Ποῦ ἐστι τὸ κατάλυμα, ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 12 Κἀκεῖνος ὑμῖν δείξει [l]ἀνώγεον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. 13 Ἀπελθόντες δὲ εὗρον καθὼς [m]εἴρηκεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα.
The Institution of the Lord's Supper
14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσε, καὶ οἱ [n]δώδεκα ἀπόστολοι σὺν αὐτῷ. 15 Καὶ εἶπε πρὸς αὐτούς, Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ᾽ ὑμῶν πρὸ τοῦ με παθεῖν· 16 λέγω γὰρ ὑμῖν ὅτι [o]οὐκέτι οὐ μὴ φάγω [p]ἐξ αὐτοῦ, ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. 17 Καὶ δεξάμενος [q]ποτήριον, εὐχαριστήσας εἶπε, Λάβετε τοῦτο, καὶ διαμερίσατε [r]ἑαυτοῖς· 18 λέγω γὰρ ὑμῖν [s]ὅτι οὐ μὴ πίω ἀπὸ [t]τοῦ [u]γενήματος τῆς ἀμπέλου, ἕως [v]ὅτου ἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ. 19 Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς, λέγων, Τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 20 [w]Ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν [x]ἐκχυνόμενον. 21 Πλὴν ἰδού, ἡ χεὶρ τοῦ παραδιδόντος με μετ᾽ ἐμοῦ ἐπὶ τῆς τραπέζης. 22 [y]Καὶ ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου [z]πορεύεται κατὰ τὸ ὡρισμένον· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ παραδίδοται. 23 Καὶ αὐτοὶ ἤρξαντο [aa]συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.
The Dispute About Greatness
24 Ἐγένετο δὲ καὶ [bb]φιλονεικία ἐν αὐτοῖς τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. 25 Ὁ δὲ εἶπεν αὐτοῖς, Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. 26 Ὑμεῖς δὲ οὐχ οὕτως· ἀλλ᾽ ὁ μείζων ἐν ὑμῖν [cc]γενέσθω ὡς ὁ νεώτερος· καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν. 27 Τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; [dd]Οὐχὶ ὁ ἀνακείμενος; Ἐγὼ δέ [ee]εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν.

28 Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾽ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· 29 κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ πατήρ μου, βασιλείαν, 30 ἵνα [ff]ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης *μου ¦ μου εν τη βασιλεια μου 𝔐pt ANT CT HF PCK TRμου καὶ [hh]καθίσεσθε ἐπὶ θρόνων, [ii]κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.

Jesus Predicts Peter's Denial
31 [jj]Εἶπε δὲ ὁ Κύριος, Σίμων, Σίμων, ἰδού, ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς, τοῦ [kk]σινιάσαι ὡς τὸν σῖτον· 32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ εκλιπη ¦ εκλειπη 𝔐pt TRἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας [mm]στήριξον τοὺς ἀδελφούς σου. 33 Ὁ δὲ εἶπεν αὐτῷ, Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. 34 Ὁ δὲ εἶπε, Λέγω σοι, Πέτρε, οὐ [nn]μὴ φωνήσῃ σήμερον ἀλέκτωρ, [oo]πρὶν ἢ τρὶς [pp]ἀπαρνήσῃ μὴ εἰδέναι με.
Moneybag, Knapsack, and Sword
35 Καὶ εἶπεν αὐτοῖς, Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ [qq]βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος [rr]ὑστερήσατε; Οἱ δὲ [ss]εἶπον, [tt]Οὐθενός. 36 Εἶπεν [uu]οὖν αὐτοῖς, Ἀλλὰ νῦν ὁ ἔχων [vv]βαλάντιον ἀράτω, ὁμοίως καὶ πήραν· καὶ ὁ μὴ ἔχων, [ww]πωλήσει τὸ ἱμάτιον αὐτοῦ, καὶ [xx]ἀγοράσει μάχαιραν. 37 Λέγω γὰρ ὑμῖν ὅτι [yy]ἔτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ [zz]τὰ περὶ ἐμοῦ τέλος ἔχει. 38 Οἱ δὲ []εἶπον, Κύριε, ἰδού, μάχαιραι ὧδε δύο. Ὁ δὲ εἶπεν αὐτοῖς, Ἱκανόν ἐστι.
Jesus Prays on the Mount of Olives
39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταὶ []αὐτοῦ. 40 Γενόμενος δὲ ἐπὶ τοῦ τόπου, εἶπεν αὐτοῖς, Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. 41 Καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾽ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο, 42 λέγων, Πάτερ, εἰ βούλει []παρενεγκεῖν []τὸ ποτήριον τοῦτο ἀπ᾽ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν *γενεσθω ¦ γινεσθω 𝔐pt ANT NA SBL WH ¦ γεινεσθω THγενέσθω. 43 []Ὤφθη δὲ αὐτῷ ἄγγελος []ἀπ᾽ οὐρανοῦ ἐνισχύων αὐτόν. 44 Καὶ γενόμενος ἐν ἀγωνίᾳ, ἐκτενέστερον προσηύχετο. []Ἐγένετο δὲ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν. 45 Καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς []μαθητὰς εὗρεν []αὐτοὺς κοιμωμένους ἀπὸ τῆς λύπης, 46 καὶ εἶπεν αὐτοῖς, Τί καθεύδετε; Ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
Jesus Arrested
47 Ἔτι []δὲ αὐτοῦ λαλοῦντος, ἰδού, ὄχλος καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα, []προήρχετο []αὐτούς, καὶ ἤγγισε τῷ Ἰησοῦ φιλῆσαι []αὐτόν. 48 []Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; 49 Ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον []εἶπον αὐτῷ, Κύριε, εἰ πατάξομεν ἐν []μαχαίρᾳ; 50 Καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν []τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν []αὐτοῦ τὸ οὖς τὸ δεξιόν. 51 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ἐᾶτε ἕως τούτου. Καὶ ἁψάμενος τοῦ ὠτίου []αὐτοῦ, ἰάσατο αὐτόν. 52 Εἶπε δὲ []ὁ Ἰησοῦς πρὸς τοὺς παραγενομένους []ἐπ᾽ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους, Ὡς ἐπὶ λῃστὴν []ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων; 53 Καθ᾽ ἡμέραν ὄντος μου μεθ᾽ ὑμῶν ἐν τῷ ἱερῷ, οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾽ ἐμέ. []Ἀλλ᾽ αὕτη []ὑμῶν ἐστιν ἡ ὥρα, καὶ ἡ ἐξουσία τοῦ σκότους.
Peter Denies Jesus
54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον, καὶ εἰσήγαγον []αὐτὸν εἰς []τὸν οἶκον τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. 55 []Ἁψάντων δὲ []πῦρ ἐν μέσῳ τῆς αὐλῆς, καὶ []συγκαθισάντων []αὐτῶν, ἐκάθητο ὁ Πέτρος []ἐν μέσῳ αὐτῶν. 56 Ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς, καὶ ἀτενίσασα αὐτῷ, εἶπε, Καὶ οὗτος σὺν αὐτῷ ἦν. 57 Ὁ δὲ ἠρνήσατο []αὐτόν, λέγων, []Γύναι, οὐκ οἶδα αὐτόν. 58 Καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη, Καὶ σὺ ἐξ αὐτῶν εἶ. Ὁ δὲ Πέτρος []εἶπεν, Ἄνθρωπε, οὐκ εἰμί. 59 Καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς, ἄλλος τις διϊσχυρίζετο, λέγων, Ἐπ᾽ ἀληθείας καὶ οὗτος μετ᾽ αὐτοῦ ἦν· καὶ γὰρ Γαλιλαῖός ἐστιν. 60 Εἶπε δὲ ὁ Πέτρος, Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. Καὶ παραχρῆμα, ἔτι λαλοῦντος αὐτοῦ, ἐφώνησεν []ἀλέκτωρ. 61 Καὶ στραφεὶς ὁ Κύριος ἐνέβλεψε τῷ Πέτρῳ. Καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ []λόγου τοῦ Κυρίου, ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα []φωνῆσαι, ἀπαρνήσῃ με τρίς. 62 Καὶ ἐξελθὼν ἔξω []ὁ Πέτρος ἔκλαυσε πικρῶς.
Jesus Is Mocked and Beaten
63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες []τὸν Ἰησοῦν ἐνέπαιζον αὐτῷ, []δέροντες. 64 Καὶ περικαλύψαντες αὐτόν, []ἔτυπτον αὐτοῦ τὸ πρόσωπον, καὶ ἐπηρώτων αὐτόν, λέγοντες, Προφήτευσον. Τίς ἐστιν ὁ παίσας σε; 65 Καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.
Jesus Faces the Sanhedrin
66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς []καὶ γραμματεῖς, καὶ []ἀνήγαγον αὐτὸν εἰς τὸ συνέδριον []αὐτῶν, λέγοντες, 67 Εἰ σὺ εἶ ὁ Χριστός, []εἰπὲ ἡμῖν. Εἶπε δὲ αὐτοῖς, Ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε· 68 ἐὰν δὲ []καὶ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτέ []μοι, ἢ ἀπολύσητε. 69 Ἀπὸ τοῦ []νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ. 70 []Εἶπον δὲ πάντες, Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ Θεοῦ; Ὁ δὲ πρὸς αὐτοὺς ἔφη, Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. 71 Οἱ δὲ []εἶπον, Τί ἔτι []χρείαν ἔχομεν μαρτυρίας; Αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.

<- ΚΑΤΑ ΛΟΥΚΑΝ 21ΚΑΤΑ ΛΟΥΚΑΝ 23 ->