21
The Widow's Offering
1 Ἀναβλέψας δὲ εἶδε τοὺς βάλλοντας
[a] τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον πλουσίους·
2 εἶδε δέ
[b] τινα καὶ χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ
[c] δύο λεπτά,
3 καὶ εἶπεν,
Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα [d] ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν· 4 [e] ἅπαντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα [f] τοῦ Θεοῦ· αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς [g] ἅπαντα τὸν βίον ὃν εἶχεν ἔβαλε. Jesus Predicts the Destruction of the Temple
5 Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασι κεκόσμηται, εἶπε,
6 Ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ [h] λίθῳ, ὃς οὐ καταλυθήσεται. Signs and Persecutions
7 Ἐπηρώτησαν δὲ αὐτόν, λέγοντες, Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα
[i] γίνεσθαι;
8 Ὁ δὲ εἶπε,
Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες [j] ὅτι Ἐγώ εἰμι· καί, Ὁ καιρὸς ἤγγικε, μὴ [k] οὖν πορευθῆτε ὀπίσω αὐτῶν. 9 Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ᾽ οὐκ εὐθέως τὸ τέλος. 10 Τότε ἔλεγεν αὐτοῖς, Ἐγερθήσεται ἔθνος [l] ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν· 11 σεισμοί τε μεγάλοι [m] κατὰ τόπους καὶ λιμοὶ καὶ λοιμοὶ ἔσονται, [n] φόβητρά τε καὶ [o] σημεῖα ἀπ᾽ οὐρανοῦ μεγάλα ἔσται. 12 Πρὸ δὲ τούτων [p] πάντων ἐπιβαλοῦσιν ἐφ᾽ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς [q] συναγωγὰς καὶ φυλακάς, [r] ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου. 13 Ἀποβήσεται [s] δὲ ὑμῖν εἰς μαρτύριον. 14 [t] Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾷν ἀπολογηθῆναι· 15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται [u] ἀντειπεῖν οὐδὲ ἀντιστῆναι [v] πάντες οἱ ἀντικείμενοι ὑμῖν. 16 Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ [w] συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν. 17 Καὶ ἔσεσθε [x] μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. 18 Καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. 19 Ἐν τῇ ὑπομονῇ ὑμῶν [y] κτήσασθε τὰς ψυχὰς ὑμῶν.
The Destruction of Jerusalem
20 Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων [z] τὴν Ἱερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. 21 Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη· καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν· καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν. 22 Ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσι, τοῦ ‡ πλησθῆναι πάντα τὰ γεγραμμένα. 23 Οὐαὶ [bb] δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται [cc] γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς, καὶ ὀργὴ [dd] ἐν τῷ λαῷ τούτῳ. 24 Καὶ πεσοῦνται στόματι [ee] μαχαίρας, καὶ αἰχμαλωτισθήσονται εἰς [ff] πάντα τὰ ἔθνη· καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, [gg] ἄχρι πληρωθῶσι [hh] καιροὶ ἐθνῶν. The Coming of the Son of Man
25 Καὶ [ii] ἔσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ, [jj] ἠχούσης θαλάσσης καὶ σάλου, 26 ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ· αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 27 Καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. 28 Ἀρχομένων δὲ τούτων [kk] γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν· διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν. The Lesson of the Fig Tree
29 Καὶ εἶπε παραβολὴν αὐτοῖς,
Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα· 30 ὅταν [ll] προβάλωσιν ἤδη, βλέποντες ἀφ᾽ ἑαυτῶν [mm] γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν. 31 Οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα [nn] γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ. 32 Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα γένηται. 33 Ὁ οὐρανὸς καὶ ἡ γῆ [oo] παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ [pp] παρέλθωσι. Watch Yourselves
34 Προσέχετε δὲ ἑαυτοῖς, μήποτε [qq] βαρηθῶσιν [rr] ὑμῶν αἱ καρδίαι ἐν [ss] κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ [tt] αἰφνίδιος ἐφ᾽ ὑμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη· 35 ὡς παγὶς [uu] γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. 36 Ἀγρυπνεῖτε [vv] οὖν ἐν παντὶ καιρῷ δεόμενοι, ἵνα [ww] καταξιωθῆτε ἐκφυγεῖν [xx] πάντα τὰ μέλλοντα [yy] γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 37 Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων· τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν. 38 Καὶ πᾶς ὁ λαὸς ὤρθριζε πρὸς αὐτὸν ἐν τῷ [zz] ἱερῷ ἀκούειν αὐτοῦ.
<- ΚΑΤΑ ΛΟΥΚΑΝ 20 ΚΑΤΑ ΛΟΥΚΑΝ 22 ->
a τα δωρα αυτων εις το γαζοφυλακιον ¦ εις το γαζοφυλακιον τα δωρα αυτων CT
b τινα και ¦ και τινα TR ¦ τινα ANT CT
c δυο λεπτα ¦ λεπτα δυο CT
d η πτωχη αυτη ¦ αυτη η πτωχη NA TH WH
e απαντες ¦ παντες CT
f του θεου ¦ — CT
g απαντα ¦ παντα CT
h λιθω 64.9% ¦ λιθον PCK 32% ¦ λιθω ωδε WH 0.5%
i γινεσθαι ¦ γεινεσθαι TH
j οτι ¦ — CT
k ουν ¦ — CT
l επι ¦ επ CT
m κατα τοπους και λιμοι και λοιμοι ¦ και κατα τοπους λιμοι και λοιμοι NA SBL ¦ και κατα τοπους λειμοι και λοιμοι TH ¦ και κατα τοπους λοιμοι και λιμοι WH
n φοβητρα ¦ φοβηθρα TH WH
o σημεια απ ουρανου μεγαλα 82% ¦ σημεια μεγαλα απ ουρανου MSS 5.4% ¦ απ ουρανου σημεια μεγαλα NA WH 0.1%
p παντων ¦ απαντων PCK TR
q συναγωγας ¦ τας συναγωγας CT
r αγομενους ¦ απαγομενους CT
s δε ¦ — CT
t θεσθε ουν εις τας καρδιας ¦ θετε ουν εν ταις καρδιαις CT
u αντειπειν ουδε αντιστηναι ¦ αντειπειν η αντιστηναι PCK ¦ αντιστηναι η αντειπειν CT
v παντες ¦ απαντες NA SBL WH
w συγγενων και φιλων και αδελφων ¦ αδελφων και συγγενων και φιλων CT TR
x μισουμενοι ¦ μεισουμενοι TH
y κτησασθε ¦ κτησεσθε WH
z την ¦ — CT
aa πλησθηναι ¦ πληρωθηναι 𝔐pt ANT PCK TR
bb δε ¦ — CT
cc γαρ ¦ γαρ τοτε ANT
dd εν ¦ — ANT CT
ee μαχαιρας ¦ μαχαιρης NA SBL WH
ff παντα τα εθνη ¦ τα εθνη παντα CT
gg αχρι ¦ αχρις ου CT
hh καιροι ¦ και εσονται καιροι WH
ii εσται ¦ εσονται CT
jj ηχουσης ¦ ηχους CT
kk γινεσθαι ¦ γεινεσθαι TH
ll προβαλωσιν ¦ προβαλλωσιν PCK
mm γινωσκετε ¦ γεινωσκετε TH
nn γινομενα γινωσκετε ¦ γεινομενα γεινωσκετε TH
oo παρελευσονται ¦ παρελευσεται PCK
pp παρελθωσι ¦ παρελευσονται CT
qq βαρηθωσιν ¦ βαρυνθωσιν TR
rr υμων αι καρδιαι ¦ αι καρδιαι υμων WH
ss κραιπαλη ¦ κρεπαλη TH WH
tt αιφνιδιος εφ υμας επιστη ¦ επιστη εφ υμας αιφνιδιος NA SBL TH ¦ επιστη εφ υμας εφνιδιος WH
uu γαρ επελευσεται ¦ επεισελευσεται γαρ CT
vv ουν ¦ δε CT
ww καταξιωθητε ¦ κατισχυσητε CT
xx παντα ¦ ταυτα παντα CT TR
yy γινεσθαι ¦ γεινεσθαι TH
zz ιερω ¦ ορει ANT
ReflectTheSON aims to make the Bible available worldwide, especially in nations that declare the Bible illegal.