22 Εἶπε δὲ πρὸς τοὺς μαθητάς, Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε. 23 Καὶ ἐροῦσιν ὑμῖν, Ἰδοὺ [ee]ὧδε, ἤ, Ἰδοὺ ἐκεῖ· μὴ ἀπέλθητε, μηδὲ διώξητε. 24 Ὥσπερ γὰρ ἡ ἀστραπὴ [ff]ἡ ἀστράπτουσα ἐκ τῆς [gg]ὑπ᾽ οὐρανὸν εἰς τὴν ὑπ᾽ οὐρανὸν λάμπει, οὕτως ἔσται [hh]ὁ υἱὸς τοῦ ἀνθρώπου [ii]ἐν τῇ ἡμέρᾳ αὐτοῦ. 25 Πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης. 26 Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις [jj]Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 27 Ἤσθιον, ἔπινον, ἐγάμουν, [kk]ἐξεγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμός, καὶ ἀπώλεσεν [ll]ἅπαντας. 28 Ὁμοίως [mm]καὶ ὡς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· 29 ᾗ δὲ ἡμέρᾳ ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξε πῦρ καὶ θεῖον ἀπ᾽ οὐρανοῦ, καὶ ἀπώλεσεν [nn]ἅπαντας· 30 κατὰ [oo]ταῦτα ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται. 31 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὃς ἔσται ἐπὶ τοῦ δώματος, καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά· καὶ ὁ ἐν [pp]τῷ ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. 32 Μνημονεύετε τῆς γυναικὸς Λώτ. 33 Ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ [qq]σῶσαι ἀπολέσει αὐτήν· [rr]καὶ ὃς ἐὰν [ss]ἀπολέσῃ [tt]αὐτὴν ζῳογονήσει αὐτήν. 34 Λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ [uu]ἔσονται δύο ἐπὶ [vv]κλίνης μιᾶς· [ww]εἷς [xx]παραληφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται. 35 [yy]Δύο ἔσονται ἀλήθουσαι ἐπὶ τὸ αὐτό· [zz]μία []παραληφθήσεται, []καὶ ἡ ἑτέρα []ἀφεθήσεται. 37 Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ, Ποῦ, Κύριε; Ὁ δὲ εἶπεν αὐτοῖς, Ὅπου τὸ σῶμα, ἐκεῖ []συναχθήσονται οἱ ἀετοί.
<- ΚΑΤΑ ΛΟΥΚΑΝ 16ΚΑΤΑ ΛΟΥΚΑΝ 18 ->- a ειπε ¦ ελεγε ANT
- b δε ¦ δε και ANT
- c μαθητας ¦ μαθητας αυτου ANT CT
- d μη ελθειν τα σκανδαλα ¦ τα σκανδαλα μη ελθειν CT
- e ουαι δε ¦ πλην ουαι CT
- f μυλος ονικος ¦ λιθος μυλικος ANT CT
- g ενα των μικρων τουτων ¦ των μικρων τουτων ενα CT
- h δε ¦ — CT
- i εις σε ¦ — CT
- j αμαρτη ¦ αμαρτηση CT
- k της ημερας ¦ — CT
- l επιστρεψη ¦ επιστρεψη επι σε TR ¦ επιστρεψη προς σε ANT CT
- m ειπον ¦ ειπαν CT
- n εχετε ¦ ειχετε PCK TR
- o ταυτη ¦ — TH
- p ερει ¦ ερει αυτω CT
- q αναπεσε ¦ αναπεσαι TR
- r χαριν εχει ¦ εχει χαριν CT
- s εκεινω ¦ — CT
- t ου δοκω 89.5% ¦ αυτω ου δοκω TR 2.5% ¦ — CT 1.4%
- u οτι ¦ — CT
- v οφειλομεν ¦ ωφειλομεν 𝔐pt ANT CT HF PCK TR
- w αυτον ¦ — CT
- x μεσου ¦ μεσον CT
- y σαμαρειας ¦ σαμαριας WH
- z αυτω ¦ — SBL WH
- aa εστησαν ¦ ανεστησαν WH
- bb σαμαρειτης ¦ σαμαριτης NA SBL
- cc ουχι ¦ ουχ WH
- dd ιδου ¦ — CT
- ee ωδε η ιδου εκει ¦ ωδε ιδου εκει ANT ¦ εκει η ιδου ωδε NA TH WH ¦ εκει ιδου ωδε SBL
- ff η ¦ — ANT CT
- gg υπ ¦ υπο τον CT
- hh ο ¦ και ο ANT TR
- ii εν τη ημερα αυτου ¦ — WH
- jj νωε ¦ του νωε TR
- kk εξεγαμιζοντο ¦ εγαμιζοντο CT
- ll απαντας ¦ παντας CT
- mm και ως ¦ καθως CT
- nn απαντας ¦ παντας CT
- oo ταυτα ¦ τα αυτα ANT NA SBL WH
- pp τω ¦ — CT
- qq σωσαι ¦ περιποιησασθαι CT
- rr και ος εαν ¦ ος δ αν CT
- ss απολεση ¦ απολεσει WH
- tt αυτην ¦ — CT
- uu εσονται δυο ¦ δυο εσονται ANT PCK
- vv κλινης ¦ κλεινης TH
- ww εις ¦ ο εις CT TR
- xx παραληφθησεται ¦ παραλημφθησεται CT
- yy δυο εσονται ¦ εσονται δυο CT
- zz μια ¦ η μια CT SCR
- παραληφθησεται ¦ παραλημφθησεται CT
- και η ¦ η δε CT
- αφεθησεται ¦ αφεθησεται 36 δυο εσονται εν τω αγρω ο εις παραληφθησεται και ο ετερος αφεθησεται SCR ¦ αφεθησεται 36 δυο εν τω αγρω εις παραληφθησεται και ο ετερος αφεθησεται ANT
- συναχθησονται οι αετοι ¦ συναχθησονται και οι αετοι PCK ¦ επισυναχθησονται και οι αετοι ANT ¦ και οι αετοι επισυναχθησονται CT