10 Ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστι, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν. 11 Εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει; 12 Καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ [o]ὑμέτερον τίς [p]ὑμῖν δώσει; 13 Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα [q]μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.
16 Ὁ νόμος καὶ οἱ προφῆται [u]ἕως [v]Ἰωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ Θεοῦ εὐαγγελίζεται, καὶ πᾶς εἰς αὐτὴν βιάζεται. 17 Εὐκοπώτερον δέ ἐστι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, ἢ τοῦ νόμου μίαν [w]κεραίαν πεσεῖν.
18 Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει· καὶ [x]πᾶς ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει.
- a αυτου ¦ — CT
- b δυνηση ¦ δυνη ANT CT
- c της ¦ εκ της ANT CT
- d αυτων ¦ εαυτων ANT SBL TH WH
- e χρεωφειλετων ¦ χρεοφειλετων NA SBL TH ¦ χρεοφιλετων WH
- f οφειλεις ¦ οφειλεις συ ANT
- g και ¦ ο δε CT
- h το γραμμα ¦ τα γραμματα CT
- i και ¦ — CT
- j το γραμμα ¦ τα γραμματα CT
- k την ¦ — SCR
- l καγω ¦ και εγω CT
- m ποιησατε εαυτοις ¦ εαυτοις ποιησατε CT
- n εκλιπητε ¦ εκλειπητε HF PCK ¦ εκλιπη CT
- o υμετερον ¦ ημετερον WH
- p υμιν δωσει ¦ δωσει υμιν SBL WH
- q μισησει ¦ μεισησει TH
- r παντα και 82.4% ¦ και MSS 6.3% ¦ παντα CT 3.2%
- s γινωσκει ¦ γεινωσκει TH
- t θεου ¦ θεου εστιν TR
- u εως ¦ μεχρις CT
- v ιωαννου ¦ ιωανου WH
- w κεραιαν ¦ κερεαν TH WH
- x πας ¦ — CT
- y ην ονοματι λαζαρος ος 94.3% ¦ ονοματι λαζαρος CT 1%
- z ηλκωμενος ¦ ειλκωμενος CT
- aa των ψιχιων 98.1% ¦ — CT 0.3%
- bb απελειχον ¦ επελειχον CT
- cc αβρααμ ¦ του αβρααμ PCK TR
- dd τον ¦ — CT
- ee συ ¦ — CT
- ff ωδε ¦ οδε PCK TR
- gg επι ¦ εν CT
- hh ενθεν ¦ εντευθεν TR
- ii οι ¦ — CT
- jj ουν σε ¦ σε ουν CT
- kk αυτω ¦ δε CT
- ll μωσεα ¦ μωυσεα ANT CT
- mm μωσεως ¦ μωυσεως ANT CT
- nn ουδε ¦ ουδ CT