Link to home pageLanguagesLink to all Bible versions on this site
15
The Parable of the Lost Sheep
1 Ἦσαν δὲ [a]ἐγγίζοντες αὐτῷ πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοί, ἀκούειν αὐτοῦ. 2 Καὶ διεγόγγυζον [b]οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται, καὶ συνεσθίει αὐτοῖς.

3 Εἶπε δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην, λέγων, 4 Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα, καὶ ἀπολέσας [c]ἓν ἐξ αὐτῶν, οὐ καταλείπει τὰ [d]ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ, καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλός, [e]ἕως εὕρῃ αὐτό; 5 Καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους [f]ἑαυτοῦ χαίρων. 6 Καὶ ἐλθὼν εἰς τὸν οἶκον, [g]συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς, [h]Συγχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός. 7 Λέγω ὑμῖν ὅτι οὕτω χαρὰ [i]ἔσται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ [j]ἐνενήκοντα ἐννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας.

The Parable of the Lost Coin
8 Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον, καὶ σαροῖ τὴν οἰκίαν, καὶ ζητεῖ ἐπιμελῶς ἕως [k]ὅτου εὕρῃ; 9 Καὶ εὑροῦσα [l]συγκαλεῖται τὰς φίλας καὶ [m]τὰς γείτονας, λέγουσα, [n]Συγχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα. 10 Οὕτω, λέγω ὑμῖν, [o]χαρὰ γίνεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
The Parable of the Prodigal Son
11 Εἶπε δέ, Ἄνθρωπός τις εἶχε δύο υἱούς· 12 καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί, Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. [p]Καὶ διεῖλεν αὐτοῖς τὸν βίον. 13 Καὶ μετ᾽ οὐ πολλὰς ἡμέρας συναγαγὼν [q]ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ, ζῶν ἀσώτως. 14 Δαπανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο [r]λιμὸς [s]ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. 15 Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν [t]πολιτῶν τῆς χώρας ἐκείνης· καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους. 16 Καὶ ἐπεθύμει [u]γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι· καὶ οὐδεὶς ἐδίδου αὐτῷ. 17 Εἰς ἑαυτὸν δὲ ἐλθὼν [v]εἶπε, Πόσοι μίσθιοι τοῦ πατρός μου [w]περισσεύουσιν ἄρτων, ἐγὼ δὲ [x]λιμῷ ἀπόλλυμαι· 18 ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου· 19 [y]καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. 20 Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αυτου ¦ εαυτου 𝔐pt CT PCK TRαὐτοῦ. Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος, εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ, καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ κατεφίλησεν αὐτόν. 21 Εἶπε δὲ [aa]αὐτῷ ὁ υἱός, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, [bb]καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός [cc]σου. 22 Εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ, [dd]Ἐξενέγκατε [ee]τὴν στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ὑποδήματα εἰς τοὺς πόδας· 23 καὶ [ff]ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν· 24 ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν, καὶ ἀνέζησε· [gg]καὶ ἀπολωλὼς ἦν, καὶ εὑρέθη. Καὶ ἤρξαντο εὐφραίνεσθαι.

25 Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισε τῇ οἰκίᾳ, ἤκουσε συμφωνίας καὶ χορῶν. 26 Καὶ προσκαλεσάμενος ἕνα τῶν [hh]παίδων, ἐπυνθάνετο τί [ii]εἴη ταῦτα. 27 Ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει· καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. 28 Ὠργίσθη δέ, καὶ οὐκ ἤθελεν εἰσελθεῖν· ὁ [jj]οὖν πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. 29 Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ [kk]πατρί, Ἰδού, τοσαῦτα ἔτη δουλεύω σοι, καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ. 30 Ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν [ll]μόσχον τὸν σιτευτόν. 31 Ὁ δὲ εἶπεν αὐτῷ, Τέκνον, σὺ πάντοτε μετ᾽ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν. 32 Εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει· ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν, καὶ [mm]ἀνέζησε· καὶ ἀπολωλὼς [nn]ἦν, καὶ εὑρέθη.

<- ΚΑΤΑ ΛΟΥΚΑΝ 14ΚΑΤΑ ΛΟΥΚΑΝ 16 ->