7
The Unbelief of Jesus' Brothers
1 Καὶ
[a] περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι.
2 Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ Σκηνοπηγία.
3 Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, Μετάβηθι ἐντεῦθεν, καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου
[b] θεωρήσωσι τὰ ἔργα σου ἃ ποιεῖς.
4 Οὐδεὶς γὰρ
[c] ἐν κρυπτῷ τι ποιεῖ, καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.
5 Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.
6 Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς,
Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. 7 Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ, ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. 8 Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν [d] ταύτην· ἐγὼ [e] οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ [f] καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται. 9 Ταῦτα
[g] δὲ εἰπὼν
[h] αὐτοῖς, ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.
Jesus at the Festival of Booths
10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ,
[i] τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν, οὐ φανερῶς,
† ἀλλ᾽ ὡς ἐν κρυπτῷ.
11 Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ, καὶ ἔλεγον, Ποῦ ἐστιν ἐκεῖνος;
12 Καὶ γογγυσμὸς
[k] πολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν·
[l] ἄλλοι ἔλεγον, Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.
13 Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.
14 Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη [m] ὁ Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐδίδασκε. 15 [n] Καὶ ἐθαύμαζον οἱ Ἰουδαῖοι λέγοντες, Πῶς οὗτος γράμματα οἶδε, μὴ μεμαθηκώς; 16 Ἀπεκρίθη [o] οὖν αὐτοῖς [p] ὁ Ἰησοῦς καὶ εἶπεν, Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με. 17 Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ. 18 Ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστι, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. 19 Οὐ [q] Μωσῆς [r] δέδωκεν ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; Τί με ζητεῖτε ἀποκτεῖναι; 20 Ἀπεκρίθη ὁ ὄχλος [s] καὶ εἶπε, Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; 21 Ἀπεκρίθη [t] Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε. 22 Διὰ τοῦτο [u] Μωσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν—οὐχ ὅτι ἐκ τοῦ [v] Μωσέως ἐστίν, ἀλλ᾽ ἐκ τῶν πατέρων—καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. 23 Εἰ περιτομὴν λαμβάνει [w] ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος [x] Μωσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; 24 Μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν [y] κρίνατε.
Is Jesus the Christ?
25 Ἔλεγον οὖν τινες ἐκ τῶν
[z] Ἱεροσολυμιτῶν, Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;
26 Καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν
[aa] ἀληθῶς ὁ Χριστός;
27 Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν.
28 Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων,
Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε. 29 [bb] Ἐγὼ οἶδα αὐτόν, ὅτι παρ᾽ αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν. 30 Ἐζήτουν οὖν αὐτὸν πιάσαι. Καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
31 [cc] Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον
[dd] ὅτι Ὁ Χριστὸς ὅταν ἔλθῃ,
[ee] μήτι πλείονα σημεῖα
[ff] τούτων ποιήσει ὧν οὗτος ἐποίησεν;
You Will Seek Me But Not Find Me
32 Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα· καὶ ἀπέστειλαν
[gg] ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἵνα πιάσωσιν αὐτόν.
33 Εἶπεν
[hh] οὖν ὁ Ἰησοῦς,
Ἔτι [ii] μικρὸν χρόνον μεθ᾽ ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. 34 Ζητήσετέ με, καὶ οὐχ [jj] εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 35 Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς, Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς Ἕλληνας;
36 Τίς ἐστιν
[kk] οὗτος ὁ λόγος ὃν εἶπε,
Ζητήσετέ με, καὶ οὐχ [ll] εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν ;
Rivers of Living Water
37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς
[mm] εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε, λέγων,
Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. 38 Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. 39 Τοῦτο δὲ εἶπε περὶ τοῦ πνεύματος
§ οὗ
[oo] ἔμελλον λαμβάνειν οἱ
[pp] πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα
[qq] Ἅγιον, ὅτι
[rr] Ἰησοῦς
[ss] οὐδέπω ἐδοξάσθη.
Division over Jesus
40 [tt] Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες
[uu] τὸν λόγον
[vv] ἔλεγον, Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης.
41 Ἄλλοι ἔλεγον, Οὗτός ἐστιν ὁ Χριστός.
[ww] Ἄλλοι ἔλεγον, Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται;
42 [xx] Οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος
[yy] Δαυίδ, καὶ ἀπὸ Βηθλεέμ, τῆς κώμης ὅπου ἦν
[zz] Δαυίδ,
[] ὁ Χριστὸς ἔρχεται;
43 Σχίσμα οὖν
[] ἐν τῷ ὄχλῳ ἐγένετο δι᾽ αὐτόν.
44 Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾽ οὐδεὶς
[] ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὰς χεῖρας.
The Unbelief of the Jewish Leaders
45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους· καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, Διὰ τί οὐκ ἠγάγετε αὐτόν;
46 Ἀπεκρίθησαν οἱ ὑπηρέται, Οὐδέποτε
[] οὕτως ἐλάλησεν ἄνθρωπος,
[] ὡς οὗτος ὁ ἄνθρωπος.
47 Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι, Μὴ καὶ ὑμεῖς πεπλάνησθε;
48 Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν, ἢ ἐκ τῶν Φαρισαίων;
49 † Ἀλλ᾽ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον
[] ἐπικατάρατοί εἰσι.
50 Λέγει Νικόδημος πρὸς αὐτούς—ὁ ἐλθὼν
[] νυκτὸς πρὸς αὐτόν,
[] εἷς ὢν ἐξ αὐτῶν—
51 Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ
[] παρ᾽ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ;
52 Ἀπεκρίθησαν καὶ
[] εἶπον αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ;
[] Ἐρεύνησον καὶ ἴδε ὅτι
[] προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ
[] ἐγήγερται.
The Woman Caught in Adultery
53 [] Καὶ
§ ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ·
<- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6 ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8 ->
a περιεπατει ο ιησους μετα ταυτα ¦ μετα ταυτα περιεπατει ο ιησους CT
b θεωρησωσι τα εργα σου ¦ θεωρησωσι τα εργα PCK ¦ θεωρησουσι σου τα εργα CT
c εν κρυπτω τι ¦ τι εν κρυπτω CT
d ταυτην ¦ — CT
e ουπω ¦ ουκ NA SBL
f καιρος ο εμος ¦ εμος καιρος CT
g δε ¦ — TH
h αυτοις 87.6% ¦ αυτος NA SBL TH 8.4%
i τοτε και αυτος ανεβη εις την εορτην ¦ εις την εορτην τοτε και αυτος ανεβη CT
j αλλ ¦ αλλα NA27 SBL TH WH
k πολυς περι αυτου ην 89.1% ¦ πολυς ην περι αυτου MSS 6.3% ¦ περι αυτου ην πολυς CT 1.4%
l αλλοι ¦ αλλοι δε CT TR
m ο ¦ — CT
n και εθαυμαζον ¦ εθαυμαζον ουν CT
o ουν ¦ — TR
p ο ¦ — WH
q μωσης ¦ μωυσης ANT CT
r δεδωκεν ¦ εδωκεν WH
s και ειπε ¦ — CT
t ιησους ¦ ο ιησους TR
u μωσης ¦ μωυσης ANT CT
v μωσεως ¦ μωυσεως ANT CT
w ανθρωπος ¦ ο ανθρωπος WH
x μωσεως ¦ μωυσεως ANT CT
y κρινατε ¦ κρινετε CT
z ιεροσολυμιτων ¦ ιεροσολυμειτων TH WH
aa αληθως ¦ — CT
bb εγω ¦ εγω δε TR
cc πολλοι δε εκ του οχλου ¦ εκ του οχλου δε πολλοι CT
dd οτι ¦ — CT
ee μητι ¦ μη CT
ff τουτων ¦ — CT PCK
gg υπηρετας οι φαρισαιοι και οι αρχιερεις ¦ οι φαρισαιοι και οι αρχιερεις υπηρετας TR ¦ οι αρχιερεις και οι φαρισαιοι υπηρετας CT
hh ουν ¦ ουν αυτοις TR
ii μικρον χρονον ¦ χρονον μικρον CT
jj ευρησετε ¦ ευρησετε με NA WH
kk ουτος ο λογος ¦ ο λογος ουτος CT
ll ευρησετε ¦ ευρησετε με NA WH
mm ειστηκει ¦ ιστηκει TH WH
nn ου ¦ ο 𝔐pt NA PCK TH
oo εμελλον ¦ ημελλον PCK
pp πιστευοντες ¦ πιστευσαντες CT
qq αγιον 96.9% ¦ — NA SBL WH 2%
rr ιησους ¦ ο ιησους TR
ss ουδεπω ¦ ουπω WH
tt πολλοι ουν εκ του οχλου ¦ εκ του οχλου ουν CT
uu τον λογον 53.2% ¦ των λογων MSS 18.3% ¦ τον λογον αυτου MSS 8.4% ¦ τον λογον τουτον MSS 7.7% ¦ των λογων τουτων CT 5%
vv ελεγον 98.2% ¦ ελεγον οτι WH 1.5%
ww αλλοι ¦ αλλοι δε TR ¦ οι δε CT
xx ουχι ¦ ουχ CT
yy δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
zz δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
ο χριστος ερχεται 97.1% ¦ ερχεται ο χριστος CT 0.8%
εν τω οχλω εγενετο ¦ εγενετο εν τω οχλω CT
επεβαλεν ¦ εβαλεν WH
ουτως ελαλησεν ¦ ελαλησεν ουτως CT
ως ουτος ο ανθρωπος 96.9% ¦ — CT 1.1%
αλλ ¦ αλλα NA27 SBL TH WH
επικαταρατοι ¦ επαρατοι CT
νυκτος προς αυτον 88.3% ¦ προς αυτον νυκτος MSS 8% ¦ προς αυτον CT 0.7%
εις 95.7% ¦ το προτερον εις NA 2.8% ¦ προτερον εις SBL TH WH 0.7%
παρ αυτου προτερον ¦ πρωτον παρ αυτου CT
ειπον ¦ ειπαν CT
ερευνησον ¦ εραυνησον CT
προφητης εκ της γαλιλαιας 96.8% ¦ εκ της γαλιλαιας προφητης CT 2.2%
εγηγερται ¦ εγειρεται CT
{include 7:53–8:11} 78.7% ¦ {omit 7:53–8:11} SBL TH 16.8% {Note: ANT, NA, and WH enclose this text with double brackets. WH places it in a separate section after chapter 21.}
επορευθη μ3,5 35.7% ¦ απηλθεν μ6,7 ANT HF PCK 45.2% ¦ επορευθησαν μ1,2 NA WH 10.7% ¦ απηλθον μ4 7.6%
ReflectTheSON aims to make the Bible available worldwide, especially in nations that declare the Bible illegal.