2 Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη Ἑβραϊστὶ [c]Βηθεσδά, πέντε στοὰς ἔχουσα. 3 Ἐν ταύταις κατέκειτο πλῆθος [d]πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, [e]ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. 4 [f]Ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ [g]ἐτάρασσε τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος, ὑγιὴς ἐγίνετο, ᾧ δήποτε κατείχετο νοσήματι. 5 Ἦν δέ τις ἄνθρωπος ἐκεῖ §τριακοντα ¦ τριακοντα και 𝔐pt ANT HF NA SCR TH WHτριάκοντα ὀκτὼ ἔτη ἔχων ἐν τῇ [i]ἀσθενείᾳ. 6 Τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ, Θέλεις ὑγιὴς γενέσθαι; 7 Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν, Κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, [j]βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. 8 Λέγει αὐτῷ ὁ Ἰησοῦς, [k]Ἔγειραι, ἆρον τὸν [l]κράββατόν σου, καὶ περιπάτει. 9 Καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν [m]κράββατον αὐτοῦ καὶ περιεπάτει.
14 Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ, καὶ εἶπεν αὐτῷ, Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν *τι σοι ¦ σοι τι 𝔐pt ANT CTτί σοι γένηται. 15 Ἀπῆλθεν ὁ ἄνθρωπος, καὶ [v]ἀνήγγειλε τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ. 16 Καὶ διὰ τοῦτο ἐδίωκον [w]τὸν Ἰησοῦν οἱ Ἰουδαῖοι, καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. 17 Ὁ δὲ [x]Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς, Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. 18 Διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.
25 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ [aa]ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες [bb]ζήσονται. 26 Ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως [cc]ἔδωκε καὶ τῷ υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ· 27 καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ [dd]καὶ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστί. 28 Μὴ θαυμάζετε τοῦτο· ὅτι ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις [ee]ἀκούσονται τῆς φωνῆς αὐτοῦ, 29 καὶ ἐκπορεύσονται, οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς· οἱ [ff]δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως.
30 Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾽ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω, κρίνω· καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν· ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με [gg]πατρός.
31 Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής. 32 Ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ. 33 Ὑμεῖς ἀπεστάλκατε πρὸς [hh]Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ. 34 Ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε. 35 Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε [ii]ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ. 36 Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν [jj]μείζω τοῦ [kk]Ἰωάννου· τὰ γὰρ ἔργα ἃ [ll]ἔδωκέ μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ἃ [mm]ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ πατήρ με ἀπέσταλκε. 37 Καὶ ὁ πέμψας με πατήρ, [nn]αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ. Οὔτε φωνὴν αὐτοῦ [oo]ἀκηκόατε πώποτε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε. 38 Καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε [pp]μένοντα ἐν ὑμῖν, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. 39 [qq]Ἐρευνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν, καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· 40 καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε. 41 Δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω· 42 §αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἔγνωκα ὑμᾶς, ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. 43 Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον [ss]λήψεσθε. 44 Πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν [tt]παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε; 45 Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν, [uu]Μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. 46 Εἰ γὰρ ἐπιστεύετε §μωση ¦ μωσει 𝔐pt HF PCK ¦ μωυσει ANT CTΜωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ [ww]γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. 47 Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε;
<- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6 ->- a η ¦ — 𝔐pt CT TR
- b ο ¦ — CT
- c βηθεσδα 97.1% ¦ βηθζαθα NA WH 0.2%
- d πολυ ¦ — CT
- e εκδεχομενων την του υδατος κινησιν 97.2% ¦ — CT 0.7%
- f αγγελος γαρ κατα καιρον κατεβαινεν εν τη κολυμβηθρα και … το υδωρ ο ουν πρωτος εμβας μετα την ταραχην του υδατος υγιης εγινετο ω δηποτε κατειχετο νοσηματι 99.1% ¦ — CT 0.8%
- g εταρασσε ¦ εταρασσετο ANT
- h τριακοντα ¦ τριακοντα και 𝔐pt ANT HF NA SCR TH WH
- i ασθενεια ¦ ασθενεια αυτου ANT CT
- j βαλη ¦ βαλλη TR
- k εγειραι ¦ εγειρε ANT CT
- l κραββατον ¦ κραβαττον ANT CT
- m κραββατον ¦ κραβαττον ANT CT
- n ουκ ¦ και ουκ CT
- o κραββατον ¦ κραβαττον ANT SBL TH WH ¦ κραβαττον σου NA
- p απεκριθη ¦ ο δε απεκριθη NA TH ¦ ος δε απεκριθη SBL WH
- q κραββατον ¦ κραβαττον ANT CT
- r ουν ¦ — NA TH WH
- s τον κραββατον σου ¦ — CT
- t κραββατον ¦ κραβαττον ANT
- u τι σοι ¦ σοι τι 𝔐pt ANT CT
- v ανηγγειλε ¦ ειπε WH
- w τον ιησουν οι ιουδαιοι και εζητουν αυτον αποκτειναι 92% ¦ οι ιουδαιοι τον ιησουν CT 1.3%
- x ιησους ¦ — SBL TH WH
- y ειπεν ¦ ελεγεν CT
- z εαν ¦ αν WH
- aa ακουσονται ¦ ακουσουσι CT
- bb ζησονται ¦ ζησουσιν CT
- cc εδωκε και τω υιω ¦ και τω υιω εδωκε CT
- dd και ¦ — CT
- ee ακουσονται ¦ ακουσουσι CT
- ff δε ¦ — WH
- gg πατρος ¦ — CT
- hh ιωαννην ¦ ιωανην WH
- ii αγαλλιαθηναι ¦ αγαλλιασθηναι TR
- jj μειζω ¦ μειζων TH
- kk ιωαννου ¦ ιωανου WH
- ll εδωκε ¦ δεδωκε CT
- mm εγω ¦ — CT
- nn αυτος 98.1% ¦ εκεινος CT 0.8%
- oo ακηκοατε πωποτε ¦ πωποτε ακηκοατε CT
- pp μενοντα εν υμιν ¦ εν υμιν μενοντα CT
- qq ερευνατε ¦ εραυνατε CT
- rr αλλ ¦ αλλα NA27 SBL TH WH
- ss ληψεσθε ¦ λημψεσθε CT
- tt παρα αλληλων 76.4% ¦ παρα ανθρωπων PCK 23% ¦ παρ αλληλων SBL WH 0.1%
- uu μωσης ¦ μωυσης ANT CT
- vv μωση ¦ μωσει 𝔐pt HF PCK ¦ μωυσει ANT CT
- ww γαρ εμου ¦ εμου γαρ PCK