4 Πρωΐας δὲ ἤδη [g]γενομένης ἔστη [h]ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι. 5 Λέγει οὖν αὐτοῖς [i]ὁ Ἰησοῦς, Παιδία, μή τι προσφάγιον ἔχετε; Ἀπεκρίθησαν αὐτῷ, Οὔ. 6 Ὁ δὲ εἶπεν αὐτοῖς, Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. Ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι [j]ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. 7 Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ, Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο—ἦν γὰρ γυμνός—καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν. 8 Οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον—οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ‡αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων—σύροντες τὸ δίκτυον τῶν ἰχθύων.
9 Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον. 10 Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. 11 [l]Ἀνέβη Σίμων Πέτρος, καὶ εἵλκυσε τὸ δίκτυον [m]ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον. 12 Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ἀριστήσατε. Οὐδεὶς [n]δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ Κύριός ἐστιν. 13 Ἔρχεται [o]οὖν [p]ὁ Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. 14 Τοῦτο ἤδη τρίτον ἐφανερώθη [q]ὁ Ἰησοῦς τοῖς μαθηταῖς [r]αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν.
24 Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ [hh]γράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθής [ii]ἐστιν ἡ μαρτυρία αὐτοῦ.
25 Ἔστι δὲ καὶ ἄλλα πολλὰ [jj]ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν, [kk]οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον [ll]χωρῆσαι τὰ γραφόμενα βιβλία.
- a παλιν ¦ — PCK
- b ο ¦ — WH
- c μαθηταις ¦ μαθηταις αυτου 𝔐pt ¦ μαθηταις αυτου εγερθεις εκ νεκρων PCK
- d εξηλθον ¦ εξηλθαν WH
- e ενεβησαν ¦ ανεβησαν TR
- f ευθυς ¦ — CT
- g γενομενης ¦ γινομενης WH
- h ο ¦ — CT
- i ο ¦ — WH
- j ισχυσαν ¦ ισχυον CT
- k αλλ ¦ αλλα NA27 SBL TH WH
- l ανεβη ¦ ανεβη ουν CT
- m επι της γης ¦ εις την γην CT
- n δε ¦ — WH
- o ουν ¦ — CT
- p ο ¦ — NA WH
- q ο ¦ — NA WH
- r αυτου ¦ — CT
- s ιωνα ¦ ιωαννου NA SBL TH ¦ ιωανου WH
- t πλειον ¦ πλεον CT
- u ιωνα ¦ ιωαννου NA SBL TH ¦ ιωανου WH
- v προβατα ¦ προβατια WH
- w ιωνα ¦ ιωαννου NA SBL TH ¦ ιωανου WH
- x ειπεν ¦ λεγει NA
- y συ παντα ¦ παντα συ CT
- z ο ¦ — WH
- aa προβατα ¦ προβατια WH
- bb σε ζωσει ¦ ζωσει σε TH WH
- cc δε ¦ — CT
- dd τουτον ¦ τουτον ουν CT
- ee ακολουθει μοι ¦ μοι ακολουθει CT
- ff ο λογος ουτος ¦ ουτος ο λογος CT
- gg και ουκ ειπεν ¦ ουκ ειπεν δε CT
- hh γραψας ¦ ο γραψας NA SBL WH
- ii εστιν η μαρτυρια αυτου ¦ αυτου η μαρτυρια εστιν NA SBL WH
- jj οσα ¦ α CT
- kk ουδε ¦ ουδ CT
- ll χωρησαι ¦ χωρησειν SBL WH
- mm αμην ¦ — CT
- nn The following scribal note is included in the colophons of many Greek manuscripts: Ἐξεδόθη μετὰ χρόνους λβ΄ τῆς τοῦ Χριστοῦ ἀναλήψεως.