6 Ἦσαν δὲ ἐκεῖ [c]ὑδρίαι λίθιναι ἓξ κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. 7 Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Γεμίσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. 8 Καὶ λέγει αὐτοῖς, Ἀντλήσατε νῦν, καὶ φέρετε τῷ [d]ἀρχιτρικλίνῳ. [e]Καὶ ἤνεγκαν. 9 Ὡς δὲ ἐγεύσατο ὁ [f]ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν—οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ—φωνεῖ τὸν νυμφίον ὁ [g]ἀρχιτρίκλινος, 10 καὶ λέγει αὐτῷ, Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, [h]τότε τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. 11 Ταύτην ἐποίησε [i]τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾶ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ· καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
12 Μετὰ τοῦτο κατέβη εἰς [j]Καπερναούμ, αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ, καὶ οἱ ἀδελφοὶ [k]αὐτοῦ, καὶ οἱ μαθηταὶ αὐτοῦ· καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.
18 Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ [p]εἶπον αὐτῷ, Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; 19 Ἀπεκρίθη [q]Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. 20 [r]Εἶπον οὖν οἱ Ἰουδαῖοι, [s]Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν [t]ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; 21 Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. 22 Ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο [u]ἔλεγε· καὶ ἐπίστευσαν τῇ γραφῇ, καὶ τῷ λόγῳ [v]ᾧ εἶπεν ὁ Ἰησοῦς.
- a λεγει ¦ και λεγει NA SBL WH
- b λεγη KX(94) ¦ λεγει KX(68)
- c υδριαι λιθιναι εξ κειμεναι κατα τον καθαρισμον των ιουδαιων 95.1% ¦ λιθιναι υδριαι εξ κατα τον καθαρισμον των ιουδαιων κειμεναι CT 0.9%
- d αρχιτρικλινω ¦ αρχιτρικλεινω TH
- e και ¦ οι δε CT
- f αρχιτρικλινος ¦ αρχιτρικλεινος TH
- g αρχιτρικλινος ¦ αρχιτρικλεινος TH
- h τοτε ¦ — CT
- i την ¦ — CT
- j καπερναουμ ¦ καφαρναουμ CT
- k αυτου 90.6% ¦ — SBL TH WH 0.4%
- l το κερμα 98.8% ¦ τα κερματα SBL WH 0.8%
- m ανεστρεψε 85.1% ¦ ανετρεψε NA TH WH 9.2%
- n δε ¦ — CT
- o καταφαγεται ¦ κατεφαγε TR
- p ειπον ¦ ειπαν CT
- q ιησους ¦ ο ιησους TR
- r ειπον ¦ ειπαν CT
- s τεσσαρακοντα ¦ τεσσερακοντα CT
- t ωκοδομηθη ¦ οικοδομηθη CT
- u ελεγε ¦ ελεγεν αυτοις TR
- v ω 98.1% ¦ ον CT 0.9%
- w τοις ¦ — TR
- x ο 98.3% ¦ — CT 0.5%
- y ἑαυτὸν ¦ αὐτὸν NA ¦ αὑτὸν SBL WH
Languages