6 Ἦσαν δὲ ἐκεῖ [b]ὑδρίαι λίθιναι ἓξ κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. 7 Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Γεμίσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. 8 Καὶ λέγει αὐτοῖς, Ἀντλήσατε νῦν, καὶ φέρετε τῷ [c]ἀρχιτρικλίνῳ. [d]Καὶ ἤνεγκαν. 9 Ὡς δὲ ἐγεύσατο ὁ [e]ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν—οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ—φωνεῖ τὸν νυμφίον ὁ [f]ἀρχιτρίκλινος, 10 καὶ λέγει αὐτῷ, Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, [g]τότε τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. 11 Ταύτην ἐποίησε [h]τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ· καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
12 Μετὰ τοῦτο κατέβη εἰς [i]Καπερναούμ, αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ, καὶ οἱ ἀδελφοὶ [j]αὐτοῦ, καὶ οἱ μαθηταὶ αὐτοῦ· καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.
18 Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ [o]εἶπον αὐτῷ, Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; 19 Ἀπεκρίθη [p]Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. 20 [q]Εἶπον οὖν οἱ Ἰουδαῖοι, [r]Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν [s]ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; 21 Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. 22 Ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο [t]ἔλεγε· καὶ ἐπίστευσαν τῇ γραφῇ, καὶ τῷ λόγῳ [u]ᾧ εἶπεν ὁ Ἰησοῦς.
- a λεγει ¦ και λεγει NA SBL WH
- b υδριαι λιθιναι εξ κειμεναι κατα τον καθαρισμον των ιουδαιων 95.1% ¦ λιθιναι υδριαι εξ κατα τον καθαρισμον των ιουδαιων κειμεναι CT 0.9%
- c αρχιτρικλινω ¦ αρχιτρικλεινω TH
- d και ¦ οι δε CT
- e αρχιτρικλινος ¦ αρχιτρικλεινος TH
- f αρχιτρικλινος ¦ αρχιτρικλεινος TH
- g τοτε ¦ — CT
- h την ¦ — CT
- i καπερναουμ ¦ καφαρναουμ CT
- j αυτου 90.6% ¦ — SBL TH WH 0.4%
- k το κερμα 98.8% ¦ τα κερματα SBL WH 0.8%
- l ανεστρεψε 85.1% ¦ ανετρεψε NA TH WH 9.2%
- m δε ¦ — CT
- n καταφαγεται ¦ κατεφαγε TR
- o ειπον ¦ ειπαν CT
- p ιησους ¦ ο ιησους TR
- q ειπον ¦ ειπαν CT
- r τεσσαρακοντα ¦ τεσσερακοντα CT
- s ωκοδομηθη ¦ οικοδομηθη CT
- t ελεγε ¦ ελεγεν αυτοις TR
- u ω 98.1% ¦ ον CT 0.9%
- v τοις ¦ — TR
- w ο 98.3% ¦ — CT 0.5%
- x ἑαυτὸν ¦ αὐτὸν NA ¦ αὑτὸν SBL WH