Link to home pageLanguagesLink to all Bible versions on this site

1 Τότε οὖν ἔλαβεν ὁ [a]Πιλᾶτος τὸν Ἰησοῦν, καὶ ἐμαστίγωσε. 2 Καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, 3 καὶ [b]ἔλεγον, Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ [c]ἐδίδουν αὐτῷ ῥαπίσματα. 4 [d]Ἐξῆλθεν οὖν πάλιν ἔξω ὁ [e]Πιλᾶτος, καὶ λέγει αὐτοῖς, Ἴδε, ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι [f]ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω. 5 Ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. Καὶ λέγει αὐτοῖς, [g]Ἴδε, ὁ ἄνθρωπος. 6 Ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες, Σταύρωσον, σταύρωσον [h]αὐτόν. Λέγει αὐτοῖς ὁ [i]Πιλᾶτος, Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. 7 Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον [j]ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι εαυτον θεου υιον 𝔐20 ¦ εαυτον υιον θεου 𝔐11 PCK RP ST ¦ εαυτον υιον του θεου SCR ¦ υιον θεου εαυτον CTἑαυτὸν Θεοῦ υἱὸν ἐποίησεν.

8 Ὅτε οὖν ἤκουσεν ὁ [l]Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, 9 καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν, καὶ λέγει τῷ Ἰησοῦ, Πόθεν εἶ σύ; Ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. 10 Λέγει οὖν αὐτῷ ὁ [m]Πιλᾶτος, Ἐμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω [n]σταυρῶσαί σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε; 11 [o]Ἀπεκρίθη [p]Ἰησοῦς, Οὐκ εἶχες ἐξουσίαν [q]οὐδεμίαν κατ᾽ ἐμοῦ, εἰ μὴ ἦν [r]σοι δεδομένον ἄνωθεν· διὰ τοῦτο ὁ [s]παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει. 12 Ἐκ τούτου [t]ἐζήτει ὁ Πιλᾶτος ἀπολῦσαι αὐτόν. Οἱ δὲ Ἰουδαῖοι [u]ἔκραζον λέγοντες, Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα [v]ἑαυτὸν ποιῶν, ἀντιλέγει τῷ Καίσαρι.

13 Ὁ οὖν [w]Πιλᾶτος ἀκούσας §τουτον τον λογον 𝔐15 ¦ τουτων των λογων 𝔐15 ¦ των λογων τουτων CTτούτων τῶν λόγων ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ [y]τοῦ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ γαββαθα 𝔐pt ¦ γαβαθα 𝔐pt PCKΓαββαθᾶ· 14 ἦν δὲ Παρασκευὴ τοῦ Πάσχα, ὥρα [aa]δὲ §ωσει 𝔐pt ¦ ως 𝔐pt CTὡσεὶ ἕκτη· καὶ λέγει τοῖς Ἰουδαίοις, Ἴδε, ὁ βασιλεὺς ὑμῶν. 15 [cc]Οἱ δὲ ἐκραύγασαν, Ἆρον, ἆρον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ [dd]Πιλᾶτος, Τὸν βασιλέα ὑμῶν σταυρώσω; Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. 16 Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.

The Crucifixion
Παρέλαβον [ee]δὲ τὸν Ἰησοῦν [ff]καὶ ἤγαγον· 17 καὶ βαστάζων [gg]τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς [hh]τόπον λεγόμενον Κρανίου Τόπον, [ii]ὃς λέγεται Ἑβραϊστὶ Γολγοθᾶ· 18 ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ᾽ αὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν. 19 Ἔγραψε δὲ καὶ τίτλον ὁ [jj]Πιλᾶτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον, Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων. 20 Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν [kk]ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, [ll]Ἑλληνιστί, Ῥωμαϊστί. 21 Ἔλεγον οὖν τῷ [mm]Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, Μὴ γράφε, Ὁ βασιλεὺς τῶν Ἰουδαίων· ἀλλ᾽ ὅτι Ἐκεῖνος εἶπε, Βασιλεύς [nn]εἰμι τῶν Ἰουδαίων. 22 Ἀπεκρίθη ὁ [oo]Πιλᾶτος, Ὃ γέγραφα, γέγραφα.

23 Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν [pp]τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. Ἦν δὲ ὁ χιτὼν [qq]ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾽ ὅλου. 24 [rr]Εἶπον οὖν πρὸς ἀλλήλους, Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ [ss]ἡ λέγουσα,

 
Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς,
καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
 
Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.

25 [tt]Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή. 26 Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα, καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ [uu]αὐτοῦ, Γύναι, §ιδου KX(69) ¦ ιδε KX(75) ANT CT HF PCKἰδοὺ ὁ υἱός σου. 27 Εἶτα λέγει τῷ μαθητῇ, [ww]Ἰδοὺ ἡ μήτηρ σου. Καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας ἔλαβεν [xx]ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.

The Death of Jesus
28 Μετὰ τοῦτο ιδων 𝔐pt ¦ ειδως 𝔐pt ANT CT PCK TRἰδὼν ὁ Ἰησοῦς ὅτι [zz]πάντα ἤδη τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει, Διψῶ. 29 Σκεῦος []οὖν ἔκειτο ὄξους μεστόν· []οἱ δέ, πλήσαντες σπόγγον ὄξους, καὶ ὑσσώπῳ περιθέντες, προσήνεγκαν αὐτοῦ τῷ στόματι. 30 Ὅτε οὖν ἔλαβε τὸ ὄξος ὁ Ἰησοῦς, εἶπε, Τετέλεσται· καὶ []κλίνας τὴν κεφαλήν, παρέδωκε τὸ πνεῦμα.
Jesus' Side Is Pierced
31 Οἱ οὖν Ἰουδαῖοι, []ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἐπεὶ Παρασκευὴ ἦν—ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου—ἠρώτησαν τὸν []Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν. 32 Ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ []συσταυρωθέντος αὐτῷ· 33 ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον []αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη· 34 ἀλλ᾽ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ []εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ. 35 Καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινή *εστιν αυτου η μαρτυρια 𝔐pt ¦ αυτου εστιν η μαρτυρια 𝔐pt ANT CT TR ¦ εστιν η μαρτυρια αυτου PCKἐστιν αὐτοῦ ἡ μαρτυρία, []κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα []ὑμεῖς []πιστεύσητε. 36 Ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ, Ὀστοῦν οὐ συντριβήσεται *αυτου 𝔐24 ¦ απ αυτου 𝔐7 PCK RPαὐτοῦ. 37 Καὶ πάλιν ἑτέρα γραφὴ λέγει, Ὄψονται εἰς ὃν ἐξεκέντησαν.
The Burial of Jesus
38 []Μετὰ ταῦτα ἠρώτησε τὸν []Πιλᾶτον §ιωσηφ 𝔐17 ¦ ο ιωσηφ 𝔐14 HF TRἸωσὴφ []ὁ ἀπὸ Ἀριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ []Πιλᾶτος. Ἦλθεν οὖν καὶ ἦρε τὸ σῶμα []τοῦ Ἰησοῦ. 39 Ἦλθε δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς []τὸν Ἰησοῦν νυκτὸς τὸ πρῶτον, φέρων []μίγμα σμύρνης καὶ ἀλόης ως KX(95) ¦ ωσει KX(53) TRὡς λίτρας ἑκατόν. 40 Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἔδησαν αὐτὸ []ἐν ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ἐνταφιάζειν. 41 Ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς []ἐτέθη. 42 Ἐκεῖ οὖν διὰ τὴν Παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.

<- ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ 18ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ 20 ->