1 Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. 2 Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾽ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. 3 Καὶ ταῦτα [a]ποιήσουσιν, ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ. 4 Ἀλλὰ ταῦτα λελάληκα ὑμῖν, ἵνα ὅταν ἔλθῃ ἡ [b]ὥρα, μνημονεύητε αὐτῶν, ὅτι ἐγὼ εἶπον ὑμῖν. Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθ᾽ ὑμῶν ἤμην.
The Work of the Holy Spirit
5 Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις; 6 Ἀλλ᾽ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. 7 Ἀλλ᾽ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν· συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ [c]ἐγὼ μὴ ἀπέλθω, ὁ παράκλητος [d]οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς. 8 Καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως· 9 περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· 10 περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν πατέρα [e]μου ὑπάγω, καὶ οὐκέτι θεωρεῖτέ με· 11 περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.12 Ἔτι πολλὰ ἔχω [f]λέγειν ὑμῖν, ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι. 13 Ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς [g]εἰς πᾶσαν τὴν ἀλήθειαν· οὐ γὰρ λαλήσει ἀφ᾽ ἑαυτοῦ, ἀλλ᾽ ὅσα [h]ἂν ἀκούσῃ λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. 14 Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ [i]λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν. 15 Πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστι· διὰ τοῦτο εἶπον, ὅτι ἐκ τοῦ ἐμοῦ [j]λαμβάνει, καὶ ἀναγγελεῖ ὑμῖν.
Sorrow Will Turn to Joy
16 Μικρὸν καὶ [k]οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με, [l]ὅτι ὑπάγω πρὸς τὸν πατέρα. 17 [m]Εἶπον οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους, Τί ἐστι τοῦτο ὃ λέγει ἡμῖν,
Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; καί,
Ὅτι [n]ἐγὼ ὑπάγω πρὸς τὸν πατέρα;
18 Ἔλεγον οὖν,
[o]Τοῦτο τί ἐστιν ὃ λέγει,
[p]τὸ
Μικρόν; Οὐκ οἴδαμεν τί λαλεῖ.
19 Ἔγνω
[q]οὖν
[r]ὁ Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾷν, καὶ εἶπεν αὐτοῖς,
Περὶ τούτου ζητεῖτε μετ᾽ ἀλλήλων, ὅτι εἶπον, Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; 20 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς [s]δὲ λυπηθήσεσθε, ἀλλ᾽ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. 21 Ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως, διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. 22 Καὶ ὑμεῖς οὖν [t]λύπην μὲν νῦν ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς [u]αἴρει ἀφ᾽ ὑμῶν. 23 Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν. Ἀμὴν ἀμὴν λέγω ὑμῖν [v]ὅτι ὅσα ἂν αἰτήσητε τὸν πατέρα [w]ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν. 24 Ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε, καὶ [x]λήψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη. I Have Overcome the World
25 Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· [y]ἀλλ᾽ ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς [z]ἀναγγελῶ ὑμῖν. 26 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε· καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν· 27 αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ [aa]τοῦ Θεοῦ ἐξῆλθον. 28 Ἐξῆλθον [bb]παρὰ τοῦ πατρός, καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον, καὶ πορεύομαι πρὸς τὸν πατέρα.29 Λέγουσιν [cc]αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ἴδε, νῦν [dd]παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις. 30 Νῦν οἴδαμεν ὅτι οἶδας πάντα, καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες. 31 Ἀπεκρίθη αὐτοῖς [ee]ὁ Ἰησοῦς, Ἄρτι πιστεύετε; 32 Ἰδού, ἔρχεται ὥρα καὶ [ff]νῦν ἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια, [gg]καὶ ἐμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετ᾽ ἐμοῦ ἐστι. 33 Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. Ἐν τῷ κόσμῳ θλίψιν [hh]ἔχετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.
<- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17 ->
- a ποιησουσιν ¦ ποιησουσιν υμιν TR
- b ωρα ¦ ωρα αυτων CT
- c εγω ¦ — CT TR
- d ουκ ελευσεται ¦ ου μη ελθη SBL WH
- e μου ¦ — CT
- f λεγειν υμιν ¦ υμιν λεγειν CT
- g εις πασαν την αληθειαν ¦ εν τη αληθεια παση NA SBL ¦ εις την αληθειαν πασαν TH WH
- h αν ακουση ¦ ακουσει NA SBL TH ¦ ακουει WH
- i ληψεται ¦ λημψεται CT
- j λαμβανει ¦ ληψεται ANT TR
- k ου ¦ ουκετι CT
- l οτι υπαγω προς τον πατερα ¦ οτι εγω υπαγω προς τον πατερα ANT TR ¦ — CT
- m ειπον ¦ ειπαν CT
- n εγω ¦ — CT
- o τουτο τι εστιν ¦ τι εστι τουτο CT
- p το ¦ — SBL WH
- q ουν ¦ — CT
- r ο ¦ — SBL WH
- s δε ¦ — CT
- t λυπην μεν νυν ¦ νυν μεν λυπην CT
- u αιρει ¦ αρει WH
- v οτι οσα αν ¦ αν τι CT
- w εν τω ονοματι μου δωσει υμιν ¦ δωσει υμιν εν τω ονοματι μου SBL TH WH
- x ληψεσθε ¦ λημψεσθε CT
- y αλλ ¦ — CT SCR
- z αναγγελω ¦ απαγγελω CT
- aa του θεου ¦ θεου TH ¦ του πατρος WH
- bb παρα ¦ εκ SBL WH
- cc αυτω ¦ — CT
- dd παρρησια ¦ εν παρρησια CT
- ee ο ¦ — CT
- ff νυν ¦ — CT
- gg και εμε ¦ καμε CT
- hh εχετε ¦ εξετε ANT SCR