12 Ὅτε οὖν ἔνιψε τοὺς πόδας αὐτῶν, καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ, [n]ἀναπεσὼν πάλιν, εἶπεν αὐτοῖς, [o]Γινώσκετε τί πεποίηκα ὑμῖν; 13 Ὑμεῖς φωνεῖτέ με, Ὁ διδάσκαλος, καὶ Ὁ Κύριος· καὶ καλῶς λέγετε, εἰμὶ γάρ. 14 Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. 15 Ὑπόδειγμα γὰρ [p]ἔδωκα ὑμῖν, ἵνα καθὼς [q]ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε. 16 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. 17 Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. 18 Οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα [r]οὓς ἐξελεξάμην· ἀλλ᾽ ἵνα ἡ γραφὴ πληρωθῇ, Ὁ τρώγων [s]μετ᾽ ἐμοῦ τὸν ἄρτον ἐπῆρεν ἐπ᾽ ἐμὲ τὴν πτέρναν αὐτοῦ. 19 Ἀπ᾽ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα, [t]ὅταν γένηται, πιστεύσητε ὅτι ἐγώ εἰμι. 20 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, Ὁ λαμβάνων [u]ἐάν τινα πέμψω, ἐμὲ λαμβάνει· ὁ δὲ ἐμὲ λαμβάνων, λαμβάνει τὸν πέμψαντά με.
- a εληλυθεν ¦ ηλθεν CT
- b γενομενου ¦ γινομενου CT
- c ιουδα σιμωνος ισκαριωτου ινα αυτον παραδω ¦ ινα παραδοι αυτον ιουδας σιμωνος ισκαριωτου NA SBL ¦ ινα παραδοι αυτον ιουδας σιμωνος ισκαριωτης TH WH
- d ο ιησους ¦ — CT
- e δεδωκεν ¦ εδωκεν NA SBL WH
- f και ¦ — CT
- g εκεινος ¦ — NA SBL WH
- h τους ποδας μου ¦ μου τους ποδας CT
- i αυτω ο ιησους ¦ ιησους αυτω CT
- j ο ¦ — WH
- k ου χρειαν εχει ¦ ουκ εχει χρειαν CT
- l η ¦ ει μη CT
- m ειπεν ¦ ειπεν οτι CT
- n αναπεσων ¦ και ανεπεσε CT
- o γινωσκετε ¦ γεινωσκετε TH
- p εδωκα ¦ δεδωκα ANT PCK
- q εγω ¦ — PCK
- r ους ¦ τινας CT
- s μετ εμου ¦ μου CT
- t οταν γενηται πιστευσητε ¦ πιστευσητε οταν γενηται NA SBL TH ¦ πιστευητε οταν γενηται WH
- u εαν ¦ αν CT
- v ο ¦ — WH
- w ουν εις ¦ δε προς PCK ¦ εις NA SBL WH
- x δε ¦ — CT
- y των ¦ εκ των ANT CT
- z πυθεσθαι τις αν ειη ¦ και λεγει αυτω ειπε τις εστι WH
- aa επιπεσων δε ¦ αναπεσων ουν NA TH ¦ αναπεσων SBL WH
- bb ουτως ¦ — ANT PCK TR
- cc αποκρινεται ¦ αποκρινεται ουν WH
- dd βαψας ¦ βαψω CT
- ee επιδωσω ¦ και δωσω αυτω CT
- ff και εμβαψας ¦ βαψας ουν CT
- gg διδωσιν ¦ λαμβανει και διδωσιν NA WH
- hh ισκαριωτη ¦ ισκαριωτου CT
- ii ο ¦ — WH
- jj ταχιον ¦ ταχειον WH
- kk ο ¦ — CT
- ll ο ¦ — WH
- mm ευθεως εξηλθεν ¦ εξηλθεν ευθυς CT
- nn οτε ¦ οτε ουν ANT CT SCR
- oo ο ¦ — CT
- pp ει ο θεος εδοξασθη εν αυτω ¦ — TH WH
- qq ἑαυτῷ ¦ αὐτῷ NA TH ¦ αὑτῷ SBL WH
- rr υπαγω εγω ¦ εγω υπαγω CT
- ss αυτω ¦ — SBL WH
- tt ο ¦ — CT
- uu υπαγω ¦ εγω υπαγω ANT PCK
- vv υστερον δε ακολουθησεις μοι ¦ ακολουθησεις δε υστερον CT
- ww πετρος ¦ ο πετρος ANT NA SBL TR WH
- xx ακολουθησαι ¦ ακολουθειν TH WH
- yy απεκριθη αυτω ¦ αποκρινεται CT
- zz ο ¦ — CT
- φωνηση ¦ φωνησει ANT TR
- απαρνηση ¦ αρνηση CT